Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.936
Not analysed yet
ηʹ. Καὶ διῆλθον διὰ σοῦ, καὶ εἶδόν σε· καὶ ἰδοὺ ὁ καιρός σου, καὶ καιρὸς καταλυόντων· καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σὲ, καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου, καὶ ὤμοσά σοι, καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Ἀδωναῒ Κύριος. Θεασάμενος γάρ σε ἐπιτηδείαν λοιπὸν εἰς τὸ δέξασθαι τὴν διὰ τοῦ νόμου πρὸς ἐμὲ κοινωνίαν, ἐξέτεινα μὲν οἷόν τινας πτέρυγας τῶν σωτηρίων ἐντολῶν τὴν διδασκαλίαν, καὶ συνεκάλυψα τὴν τῆς ἀνομίας γυμνότητα· τῷ δὲ συνοικεσίῳ καὶ προικῷον παρηκολούθησε γραμματεῖον. «Εἰσῆλθον γὰρ, φησὶν, ἐν διαθήκῃ μετὰ σοῦ.» Ἐπειδὴ δὲ ἔδει καὶ ὅρκον ἐντεθῆναι τῷ γραμματείῳ, οὐδὲ τοῦτο ποιῆσαι παρῃτησάμην· ἀλλ' ἀξιόχρεως ὢν καὶ λόγῳ μόνον ὑπισχνούμενος, καὶ ὅρκον τῷ λόγῳ προστέθεικα. Ῥᾴδιον δὲ τοῦτο καταμαθεῖν τῷ βουλομένῳ τοῖς τοῦ νόμου γράμμασιν ἐντυχεῖν· εὑρήσει γὰρ καὶ ἐν τῇ τοῦ μακαρίου Μωσέως ᾠδῇ αὐτὸν τὸν τῶν ὅλων Θεὸν λέγοντα· «Ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου, καὶ ἐρῶ· Ζῶ ἐγὼ εἰς τὸν αἰῶνα.» «Καὶ ἐγένου μοι,» φησί. Τουτέστι, Συνήφθης μοι, καὶ ὁ γάμος ἀπετελέσθη. θʹ, ιʹ. Καὶ ἔλουσά σε ἐν ὕδατι, καὶ ἔπλυνα τὸ αἷμά σου, καὶ ἔχρισά σε ἐν ἐλαίῳ. Καὶ ἐνέδυσά σε ποικίλα, καὶ ὑπέδυσά σε ὑάκινθον, καὶ ἔζωσά σε βύσσῳ, καὶ περιέβαλόν σε τριχάπτῳ. Κατὰ μέρος τὰς οἰκείας διῆλθεν εὐεργεσίας· πρῶτον μὲν γὰρ, φησὶ, τῷ τῆς διδασκαλίας ἀπέπλυνα ὕδατι καὶ ἁγνισμοὺς δὲ καὶ περιῤῥαντήρια προσενήνοχα. Ἔπειτα «ἔχρισά σε ἐλαίῳ.» Τὰ τῆς ἱερωσύνης λοιπὸν ἐνταῦθα διεξέρχεται εἴδη. Οἱ ἱερεῖς γὰρ τῷ ἐλαίῳ τῷ ἁγίῳ ἐχρίοντο· αὐτοὶ δὲ καὶ τὴν βυσσίνην καὶ τὴν ὑακινθίνην ἐσθῆτα περιεβάλοντο. Αἰνίττεται δὲ καὶ τὸν αὐτῷ τῷ λαῷ γενόμενον πλοῦτον, καὶ σωματικὸν, καὶ πνευματικὸν, διὰ τῆς αὑτοῦ κηδεμονίας. «Καὶ περιέβαλόν σε τριχάπτῳ.» Πλέγμα ἐστὶ τοῦτο ἀπὸ τριχῶν κατεσκευασμένον, ταῖς τῶν γυναικῶν περιτιθέμενον κεφαλαῖς. Τροπικῶς τοίνυν τὴν ἐπιτεθεῖσαν αὐτοῖς εὐπρέπειαν διὰ τῆς παντοδαπῆς παρεδήλωσεν ἐπιμελείας. Αἰνίττεται δὲ, ὡς οἶμαι, καὶ τὴν σκηνὴν ἀπὸ δέῤῥεων τριχίνων κατεσκευασμένην, ἐν ᾗ καὶ αἱ περὶ ἁμαρτίας προσεφέροντο θυσίαι, καὶ αἱ περὶ τελειώσεως, ἀποκαλύψεις τε θεῖαι ἐγίνοντο ἐκ τοῦ ἱλαστηρίου, τῷ ἀρχιερεῖ τοῦ Θεοῦ προσδιαλεγομένου. ιαʹ, ιβʹ. Καὶ ἐκόσμησά σε κόσμῳ, καὶ περιέθηκα ψέλλια περὶ τὰς χεῖράς σου, καὶ κάθεμα ἐπὶ τράχηλόν σου. Καὶ ἔδωκα ἐνώτιον ἐπὶ τὸν μυκτῆρά σου, καὶ τροχίσκους ἐπὶ τὰ ὠτία σου, καὶ στέφανον καυχήσεως ἐπὶ τῆς κεφαλῆς σου. Ἕκαστον δὲ τούτων τροπικῶς προσήκει νοεῖν. «Ψέλλια μὲν ταῖς χερσὶ περιτιθέμενα,» τὴν πρακτικὴν ἀρετήν·