Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.945
Not analysed yet
λδʹ. Καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς γυναῖκας ἐν τῇ πορνείᾳ σου, καὶ μετὰ σὲ οὐ πορνεύσουσιν· ἐν τῷ γὰρ προσδιδόναι σε μισθώματα, καὶ μισθώματα μὴ δίδοσθαί σοι, γέγονεν ἐν σοὶ διεστραμμένα. Ἔοικας μὲν γὰρ, φησὶ, ταῖς ἀκολάστοις γυναιξὶ, ταῖς ἅπασι προκειμέναις κατὰ τὴν πρὸς τοὺς πολλοὺς ἐραστὰς κοινωνίαν· τὸ δὲ μισθὸν ὀρέγειν, ἀλλὰ μὴ λαμβάνειν, ἐναντία πάλιν ἐκείναις δρῶσα διατελεῖς· διὸ καὶ τὰς πρὸ σοῦ, καὶ τὰς μετὰ σὲ, κατὰ τοῦτο τῆς ἀκολασίας τὸ εἶδος νενίκηκας. Οὕτως αὐτῆς τὴν παρανομίαν γυμνώσας, ἐκ τῶν ἔργων τὴν προσηγορίαν ἐπιτίθησι, καί φησιν· λεʹ, λϛʹ. Διὰ τοῦτο, πόρνη, ἄκουε λόγον Κυρίου. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ἐξέχεας τὸν χαλκόν σου, καὶ ἀποκαλυφθήσεται ἡ αἰσχύνη σου ἐν τῇ πορνείᾳ σου πρὸς τοὺς ἐραστάς σου καὶ εἰς πάντα τὰ ἐνθυμήματα τῶν ἀνομιῶν σου, καὶ ἐν τοῖς αἵμασι τῶν τέκνων σου, ὧν δέδωκας αὐτοῖς. Ὑπόχαλκον καλεῖται νόμισμα τὸ ἀδόκιμον, καὶ ὑλῶν ἑτέρων ἐπιμιξίαν δεξάμενον. Ἐπειδὴ τοίνυν, φησὶ, τοῖς ἐμοῖς νόμοις οὐκ ὀλίγην τινὰ παρανομίαν ἀνέμιξας, ἀλλὰ πολὺν ἐξέχεας τὸν χαλκὸν, ὡς μηδὲ φαίνεσθαι λοιπὸν τοῦ χρυσίου τὴν φύσιν, ἀλλ' ὅλον σου τὸ νόμισμα θεωρεῖσθαι χαλκοῦν, γυμνώσω σε λοιπὸν τῆς ἐμῆς προνοίας, καὶ αἰσχύνης ἐμπλήσω, τῆς παντοδαπῆς σε παρανομίας δίκας πραττόμενος, διαφερόντως δὲ τῆς ἀδίκου τῶν τέκνων σου σφαγῆς, ἣν τοῖς μιαιφόνοις προσήνεγκας δαίμοσι. λζʹ. Διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ συνάγω πάντας τοὺς ἐραστάς σου, ἐν οἷς ἐπεμίγης ἐν αὐτοῖς, καὶ πάντας οὓς ἠγάπησας, σὺν πᾶσιν οὓς ἐμίσεις, καὶ συνάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν. Δι' αὐτῶν, φησὶ, τῶν ἐραστῶν σου τιμωρήσομαί σε· ἐζήλωσας Χαλδαίων καὶ Ἀσσυρίων, Χαναναίων τε καὶ Αἰγυπτίων τὴν ἀσέβειαν· τούτοις ὀργάνοις χρήσομαι κατὰ σοῦ, τὰς ἀξίας σοι ἐπιφέρων τιμωρίας· συνάψω δὲ τοῖς ἐρασταῖς σου καὶ τοὺς ὑπὸ σοῦ μισουμένους, ἵνα καὶ οὗτοι κἀκεῖνοι τὴν πολλήν σου παρανομίαν θεάσωνται. «Ἀποκαλύψω γὰρ, φησὶ, τὰς κακίας σου πρὸς αὐτοὺς, καὶ ὄψονται πᾶσαν τὴν αἰσχύνην σου.» ληʹ. Καὶ ἐκδικήσω σε ἐκδικήσει μοιχαλίδων καὶ ἐκχεουσῶν αἷμα, καὶ θήσω σε ἐν αἵματι θυμοῦ μου καὶ ζήλου. Ἀνδροφόνων γὰρ καὶ μοιχευτριῶν γυναικῶν τίσεις δίκας· ὧν γὰρ ἐμιμήσω τὴν παρανομίαν, τούτων δέξῃ τὴν τιμωρίαν. λθʹ. Καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν, καὶ κατασκάψουσι τὸ πορνεῖόν σου. Τουτέστι, τὰ τῶν δαιμόνων τεμένη. «Καὶ καθελοῦσι τὴν βάσιν σου.» Τὸν θεῖον νεὼν διὰ τούτων ᾐνίξατο· βάσις γὰρ αὐτῶν, καὶ κρηπὶς, καὶ ὑποβάθρα, ἡ ἐν ἐκείνῳ ἐπιτελουμένη λατρεία. «Καὶ ἐκδύσουσί σε τὰ ἱμάτιά σου,