Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.948
Not analysed yet
καὶ λήψονται τὰ σκεύη τῆς καυχήσεώς σου, καὶ ἀφήσουσί σε γυμνὴν καὶ ἀσχημονοῦσαν.» Τὴν πόρθησιν καὶ τὸν ἀνδραποδισμὸν διὰ τούτων ἐδήλωσε. μʹ, μαʹ. Καὶ ἄξουσιν ὑπὲρ σὲ ὄχλους, καὶ λιθοβολήσουσί σε ἐν λίθοις, καὶ κατασφάξουσί σε ἐν τοῖς ξίφεσιν αὑτῶν· καὶ ἐμπρήσουσι τοὺς οἴκους σου ἐν πυρὶ, καὶ ποιήσουσιν ἐν σοὶ ἐκδικήσεις ἐνώπιον γυναικῶν πολλῶν. Ταῦτα κατὰ τὸν τῆς αἰχμαλωσίας καιρόν· τροπικῶς δὲ αὐτὰ, ὡς ἐπὶ γυναικὸς διεξῆλθε μοιχευτρίας, καταλευομένης, καὶ σφαττομένης, καὶ ἐμπιπραμένης· οὗ χάριν ἐπιμείνας τῇ τροπῇ ἐπήγαγε· «Καὶ ποιήσουσιν ἐν σοὶ ἐκδικήσεις ἐνώπιον γυναικῶν πολλῶν·» οὐ γυναῖκας δὲ τὰς γυναῖκας ὀνομάζει, ἀλλὰ τροπικῶς τὰς πόλεις οὕτω καλεῖ, ἐπειδὴ καὶ αὐτὴν πόλιν οὖσαν δίκην γυναικὸς εἰς τὸ δικαστήριον εἰσάγει. Εἶτα τὴν ἀπὸ τῆς τιμωρίας ὠφέλειαν αἰνίττεται. «Καὶ ἀποστρέψω σε ἀπὸ πορνείας, καὶ μισθώματα οὐ μὴ προσδῷς ἔτι.» Γυμνωθεῖσα γὰρ τῆς εὐημερίας, καὶ τῇ αἰχμαλωσίᾳ παραδοθεῖσα, οὐκ ἔτι λοιπὸν ἕξεις τῆς κακῆς ἐκείνης χορηγίας τὰς ὕλας, ἡ δὲ σπάνις ὠφελείας σοι γενήσεται πρόξενος. μβʹ. Καὶ ἐπαφήσω τὸν θυμόν μου ἐπὶ σὲ, καὶ ἐξαρθήσεται ὁ ζῆλός μου ἐκ σοῦ, καὶ ἀναπαύσομαι, καὶ οὐ μὴ μεριμνήσω ἔτι. Τροπικῶς πάλιν, ὡς ἐπὶ ἀνδρὸς ζηλοτυποῦντος τῆς γυναικὸς τὴν μοιχείαν, καὶ ταῦτα ἔφη. Τῇ γὰρ τιμωρίᾳ, φησὶ, χρησάμενος καταπαύσω σου τὴν ἀκολασίαν, καὶ τῆς ἐπὶ σοὶ φροντίδος ἀπαλλαγήσομαι· οὐκέτι γάρ με εἰς ζηλοτυπίαν οἱ ἐρασταί σου κινήσουσι. Ταύτην δέ σοι τὴν τιμωρίαν ἐπάξω· μγʹ. Ἀνθ' ὧν οὐκ ἐμνήσθης τῆς ἡμέρας τῆς νηπιότητός σου, καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις· καὶ ἐγὼ ἰδοὺ τὰς ὁδούς σου εἰς κεφαλήν σου δέδωκα, λέγει Ἀδωναῒ Κύριος. Σὺ, φησὶν, ἐπεσπάσω τὴν τῶν κακῶν τούτων φορὰν, οὐ βουληθεῖσα λαβεῖν εἰς διάνοιαν, οἵα ἀνθ' οἵας ἐγένου, καὶ ὅπως σε εὐτελῆ οὖσαν, καὶ σμικρὰν, καὶ παντελῶς ἄσημον, ἀοίδιμον ἀπέφηνα, καὶ λίαν περιφανῆ. «Καὶ οὕτως οὐκ ἐποίησα κατὰ πᾶσαν τὴν ἀσέβειάν σου ἐν πάσαις ταῖς ἀνομίαις σου.» Οὐδὲν, φησὶ, τῶν ἁμαρτημάτων ἄξιον ὑπομένεις· σμικρὰ γὰρ ἡ τιμωρία τῇ ἀσεβείᾳ συγκρινομένη. μδʹ. Ταῦτά ἐστι πάντα, ὅσα εἶπον κατὰ σοῦ ἐν παραβολῇ, λέγοντες· Καθὼς ἡ μήτηρ καὶ ἡ θυγάτηρ. Ἁρμόττει σοι, φησὶν, ἡ περιφερομένη παροιμία, ὅτι μητρὶ ἔοικεν ἡ θυγάτηρ· μητέρα δὲ αὐτῆς ἄνω τὴν Χετταίαν ὠνόμασε. μεʹ. Θυγάτηρ τῆς μητρός σου σὺ εἶ, τῆς ἀπωσαμένης τὸν ἄνδρα αὑτῆς καὶ τὰ τέκνα αὑτῆς, καὶ ἀδελφὴ τῶν ἀδελφῶν σου, τῶν ἀπωσαμένων τὸν ἄνδρα αὑτῶν καὶ τὰ τέκνα αὑτῶν. Δείκνυσι διὰ τούτων, ὡς οὐκ Ἰουδαίων ὁ Θεὸς μόνον, ἀλλὰ καὶ ἐθνῶν· καὶ γὰρ ἐκείνων πάλαι Θεὸς