Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.949
Not analysed yet
ἐχρημάτισε, πρὶν αὐτοὺς δέξασθαι τῆς εἰδωλολατρείας τὴν λώβην· διὸ κἀκείνους ἔφη, καὶ τὸν ἄνδρα ἀπώσασθαι, καὶ τὰ τέκνα, τὸν μὲν Θεὸν ἀρνηθέντας, τὰ δὲ τέκνα τοῖς δαίμοσι καταθύσαντας. Εἶτα σαφέστερον τὸν λόγον ποιεῖ· Ἡ μήτηρ ὑμῶν Χετταία, καὶ ὁ πατὴρ ὑμῶν Ἀμοῤῥαῖος. (μϛʹ.) Ἡ ἀδελφή σου ἡ πρεσβυτέρα Σαμάρεια, αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς, καὶ ἡ κατοικοῦσα ἐξ εὐωνύμων σου, καὶ ἡ ἀδελφή σου ἡ νεωτέρα ἡ κατοικοῦσα ἐκ δεξιῶν σου, Σόδομα, καὶ αἱ θυγατέρες αὐτῆς. —Πρεσβυτέραν ἀδελφὴν τὴν Σαμάρειάν φησιν, οὐ κατὰ τὸν χρόνον, ἀλλὰ κατὰ τὴν τῆς ἀσεβείας διδασκαλίαν ὠνόμασε· κατὰ γὰρ τὸν χρόνον, ἡ Σόδομα πρεσβυτέρα· ἀλλ' ἐπειδὴ τὰ τῆς Σαμαρείας πρότερον ἐζήλωσεν ἐπιτηδεύματα, εἶτα κατὰ μέρος τὴν παρανομίαν ἐξέτεινεν, ὡς καὶ Σοδόμοις ἀπεικασθῆναι. Νεωτέραν δὲ ἀδελφὴν προσαγορεύει τὴν Σόδομα, ὡς ὕστερον τὴν πρὸς αὐτὴν ἀσπασαμένην συγγένειαν· τὴν γὰρ τῆς ἀσεβείας κοινωνίαν συγγένειαν προσηγόρευσε. Τὸ δὲ, «ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων,» διὰ τὴν θέσιν τῶν τόπων τέθεικε· τοῖς γὰρ ἐν Ἱεροσολύμοις πρὸς ἀνατολὰς τετραμμένοις, ἐκ δεξιῶν μὲν τὰ Σόδομα κεῖται· νοτιώτερα γάρ· ἐξ εὐωνύμων δὲ ἡ Σαμάρεια, βορειοτέρα διακειμένη. Θυγατέρας δὲ καὶ ταύτης κἀκείνης τὰς ὑποκειμένας καὶ πόλεις καὶ κώμας ὀνομάζει. Δεῖξαι δὲ βουλόμενος τὴν τῆς ἀσεβείας ὑπερβολὴν, ἐπήγαγεν· μζʹ. Καὶ οὐδ' ὡς ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπορεύθης, οὐδὲ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησας· παρὰ μικρὸν καὶ ὑπέρκεισαι αὐτὰς ἐν πάσαις ταῖς ὁδοῖς σου. Ηὔξησας, φησὶν, ἐπινοίαις τὰ πονηρὰ ἐκείνων ἐπιτηδεύματα, καὶ κινδυνεύεις τὰ νικητήρια τῆς ἀσεβείας λαβεῖν. μηʹ. Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος, εἰ ἐποίησε Σόδομα ἡ ἀδελφή σου αὕτη, καὶ αἱ θυγατέρες αὐτῆς, ὃν τρόπον ἐποίησας σὺ, καὶ αἱ θυγατέρες σου. Εἶτα δείκνυσι τὸ διάφορον. μθʹ, νʹ. Πλὴν τὸ ἀνόμημα Σοδόμων ἐν ὑπερηφανίᾳ, καὶ ἐν πλησμονῇ ἄρτων καὶ εὐθηνίαις ἐσπατάλων αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς· τοῦτο ὑπῆρχεν ἐν αὐτῇ, καὶ ἐν ταῖς θυγατράσιν αὐτῆς· καὶ χεῖρα πτωχοῦ καὶ πένητος οὐκ ἀντελαμβάνοντο, καὶ ἐμεγαλαύχουν. Καὶ ἐποίησαν ἀνομήματα ἐνώπιόν μου, καὶ ἐξῆρα αὐτὰς, καθὼς εἶδον. Ὑπερμαζήσαντες, φησὶ, τῇ τῶν ἀγαθῶν ἀφθονίᾳ εἰς ὑπερηφανίαν καὶ ἀλαζονείαν ἐξώκειλαν, καὶ ὑπερεώρων τοὺς ἐν ἐνδείᾳ οἱ πάσης χλιδῆς ἀπολαύοντες· ὅθεν εἰς τὴν ἐσχάτην ἀκολασίαν ἐξέπεσαν, καὶ δίκας ὑπέμειναν τῶν ἀσεβημάτων ἀξίας. ναʹ. Καὶ Σαμάρεια κατὰ ἡμίση τῶν ἁμαρτημάτων σου οὐχ ἥμαρτεν, καὶ ἐπλήθυνας τὰς ἀνομίας σου ὑπὲρ αὐτὰς, καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου, καὶ πάσαις