Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.956
Not analysed yet
τοῦ Μωσέως, ἀλλὰ τὴν διὰ τῶν ἀποστόλων· ἡ μὲν γὰρ ἔχει τὸ πρόσκαιρον, ἡ δὲ τὸ αἰώνιον. Τοῦτο δὲ καὶ διὰ Ἱερεμίου τοῦ προφήτου ποιήσειν ὑπέσχετο. Διαθήσομαι γὰρ, φησὶ, τῷ οἴκῳ Ἰσραὴλ καὶ Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἀπωσάμην αὐτούς· ἀλλὰ διαθήσομαι αὐτοῖς διαθήκην καινὴν, διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν γράψω αὐτούς.» Ταύτην κἀνταῦθα ὑπισχνεῖται τὴν διαθήκην. ξαʹ. Καὶ μνησθήσῃ, φησὶ, τῶν ὁδῶν σου, καὶ ἐξατιμωθήσῃ ἐν τῷ ἀναλαμβάνειν σε τὰς ἀδελφάς σου, τὰς πρεσβυτέρας σου, σὺν ταῖς νεωτέραις σου. Διὰ γὰρ τῆς τιμωρίας εἰς αἴσθησιν ἐρχομένη τῶν οἰκείων ὁδῶν, καὶ τὴν περικειμένην σοι ἀτιμίαν ὁρῶσα, τὸν οἰκεῖον ἐπιγνώσῃ Δεσπότην· ὄψῃ δὲ καὶ ταύτας τὰς ἀδελφάς σου, σὺν σοὶ ταύτης ἀπολαυούσας τῆς διαθήκης, μᾶλλον δὲ σαυτὴν μετ' ἐκείνων τυγχάνουσαν. «Δώσω γὰρ, φησὶν, αὐτάς σοι εἰς οἰκοδομὴν, καὶ οὐκ ἐκ διαθήκης σου.» Οὐ γὰρ ἐκεῖναι διὰ σοῦ, ἀλλὰ σὺ ἐξ αὐτῶν καρπώσῃ τὴν ὠφέλειαν, οὐ ταύτης τῆς διαθήκης, καθ' ἣν νῦν πολιτεύῃ, τὴν κοινωνίαν ταύτην ἐργαζομένης, ἀλλὰ τῆς αἰωνίου τῆς ὕστερον δοθησομένης· αἰνίττεται διὰ τῶν Σοδόμων, καὶ τῆς Σαμαρείας, τὴν τῶν ἐθνῶν ἁπάντων καὶ τῶν Ἰουδαίων κατὰ ταυτὸν ἐσομένην εὐσέβειαν, καὶ τὴν εἰς ἕνα Θεὸν πίστιν ἐκ τῆς Νέας πρυτανευομένην Διαθήκης. ξβʹ. Καὶ ἀναστήσω, φησὶν, ἐγὼ τὴν διαθήκην μου μετὰ σοῦ, καὶ ἐπιγνώσῃ, ὅτι ἐγὼ Κύριος. Πρῶτον μὲν γὰρ Ἰουδαίοις ἐκηρύχθη τὸ Εὐαγγέλιον, εἶτα πᾶσι τοῖς ἔθνεσιν· ἀλλὰ καὶ αὖθις κηρυχθήσεται διὰ τοῦ μεγάλου Ἠλία πρὸ τῆς τοῦ κόσμου συντελείας. Ἐγὼ οὖν, φησὶ, πάντα ποιήσω τὴν σὴν πραγματευόμενος ὠφέλειαν· γνώσῃ γὰρ ἐκ τούτων, οἷα μὲν τὰ παρὰ σοῦ εἰς ἐμὲ γεγενημένα, ὁποῖα δὲ τὰ παρ' ἐμοῦ ὑπαρχθέντα σοι ἀγαθά. Διὰ τοῦτο ἐπήγαγεν· ξγʹ. Ὅπως μνησθῇς, καὶ αἰσχυνθῇς, καὶ μὴ ᾖ σοι ἔτι ἀνοῖξαι στόμα ἀπὸ προσώπου τῆς ἀτιμίας σου, ἐν τῷ ἐξιλάσκεσθαί σε κατὰ πάντα ὅσα ἐποίησας, λέγει Ἀδωναῒ Κύριος. Τούτοις ἐν τῇ καμίνῳ καὶ οἱ τρεῖς παῖδες τοῖς λόγοις ἐχρήσαντο. Οἰκειούμενοι γὰρ τὰς τοῦ λαοῦ παρανομίας ἔλεγον προσευχόμενοι· «Καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι στόμα· αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου, καὶ τοῖς σεβομένοις σε.» Καὶ ὁ θεσπέσιος Δανιὴλ ὡσαύτως ἐν τῇ αἰχμαλωσίᾳ ἐβόα προσευχό-