Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.957
Not analysed yet
μενος «Σοὶ Κύριε, ἡ δικαιοσύνη, καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου, ὡς ἡ ἡμέρα αὕτη, καὶ τοῖς βασιλεῦσιν ἡμῶν, καὶ τοῖς ἄρχουσιν ἡμῶν, καὶ τοῖς πατράσιν ἡμῶν.» Καὶ τὴν αἰτίαν δεικνύντες ἐπήγαγον εἰκότως· «Διότι ἡμάρτομέν σοι.» Πέρας τοίνυν καὶ αὕτη εἴληφεν ἡ προφητεία· ἀψευδὴς γὰρ ὁ τοῖς προφήταις ἐμπνέων. Δεῖ τοίνυν καὶ ἡμᾶς τὰ καθ' ἡμᾶς αὐτοὺς ἐξετάζοντας, καὶ βάσανον ἀκριβῆ ποιουμένους τῶν πεπολιτευμένων, παρεξετάζοντας δὲ ταῖς ἡμετέραις πλημμελείαις τὰς θείας εὐεργεσίας, τούτοις κεχρῆσθαι προσευχομένους τοῖς λόγοις, καὶ τῇ αἰσχύνῃ τῶν προειργασμένων ἁμαρτημάτων φεύγειν τὴν τῆς αἰσχύνης ποιητικὴν ἐργασίαν, καὶ τῇ θείᾳ μνήμῃ τὴν ψυχὴν καταυγάζειν. Οὕτω γὰρ δυνησόμεθα πόῤῥω μὲν τῶν τῆς ἁμαρτίας γενέσθαι μηχανημάτων, τῷ δὲ Θεῷ προσεδρεύειν, καὶ τῆς παρ' αὐτοῦ χάριτος ἀπολαύειν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα πρέπει, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ϛʹ. ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ. α—γ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, διήγησαι διήγημα, καὶ εἰπὲ παραβολὴν ἐπὶ τὸν οἶκον Ἰσραήλ. Καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος. Αἰνιγματωδῶς ποιήσασθαι αὐτῷ τὴν προφητείαν παρακελεύεται, ἵν' ἀγνοοῦντες οἱ ἀκούοντες τὰ λεγόμενα σπουδαιότεροι περὶ τὴν τούτων γένωνται ζήτησιν, καὶ δι' ἐρωτήσεως παρὰ τοῦ προφήτου δέξωνται τὴν ἑρμηνείαν. «Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, ὁ πλήρης ὀνύχων.» Τὸν Ναβουχοδονόσορ διὰ τούτων ᾐνίξατο, μέγαν μὲν ὀνομάσας διὰ τὸ πολυθρύλλητον γενέσθαι, «μεγαλοπτέρυγον δὲ,» ὡς ἐπὶ πλεῖστον τὴν ἡγεμονίαν ἐκτείναντα, «μακρὸν δὲ τῇ ἐκτάσει,» ὡς μεγαλόφρονα καὶ ἀλαζόνα· «πλήρη δὲ αὐτὸν ὀνύχων» ἐκάλεσεν, ὡς πολλὴν στρατείαν ἔχοντα, ἱππικήν τε καὶ πεζικὴν, ψιλήν τε καὶ ὁπλιτικήν. Ὄνυχες γὰρ βασιλέως οἱ στρατιῶται, καὶ τὸ ἔσχατον τοῦ σώματος ἔχοντες, διὰ τὸ τοῖς ἡγεμόσιν ὑποκεῖσθαι, καὶ τὸ ὀξὺ καὶ δυνατὸν, εἰς τὸ