Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.960
Not analysed yet
πλήττειν καὶ σπαράττειν θηρίου δίκην τοὺς ἀντιλέγειν ἐπιχειροῦντας. «Ὃς ἔχει, φησὶ, τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον.» Ἐνταῦθα σαφῶς ἐδίδαξεν, ὅτι οὐκ αὐτομάτως εἰς τὴν Ἱερουσαλὴμ ἐλήλυθεν, ἀλλ' ἀοράτως τοῦ Θεοῦ τῶν ὅλων παρακινήσαντός τε καὶ ἀγαγόντος· Λίβανον γὰρ τὴν Ἱερουσαλὴμ προσηγόρευσεν, οὐχ ὡς ἐπίσημον μόνον, ἀλλὰ καὶ ὡς κομῶσαν τηνικαῦτα, καὶ οἰκητόρων πλήθει, καὶ τῶν κατὰ νόμον ἱερέων, καὶ προφητῶν τὰ θεῖα προθεσπιζόντων. Καὶ εἰσῆλθε, φησὶ, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου. (δʹ.) Τὸ ἄκρον τῆς ἁπαλότητος ἀπέκνισε. Τὸν Ἰεχονίαν διὰ τούτων ᾐνίξατο· ἐπίλεκτα δὲ ἔφη τῆς κέδρου διὰ τὴν βασιλείαν, «ἄκρον δὲ τῆς ἁπαλότητος,» οὐ μόνον διὰ τὸ ὑψηλὸν, ἀλλὰ καὶ διὰ τὸ νέον τῆς ἡλικίας· νέος γὰρ ὢν ἔτι, καὶ τὴν βασιλείαν ἐδέξατο, καὶ τὴν αἰχμαλωσίαν ὑπέμεινεν· ἁρμοδίως δὲ καὶ τὸ ἀπέκνισε τέθεικεν, ἐπειδὴ ἀετὸν προσηγόρευσε πλείστοις ὄνυξι κεχρημένον. «Καὶ εἰσήγαγεν αὐτὰ, φησὶν, εἰς πόλιν Χαναὰν, εἰς πόλιν τετειχισμένην ἔθετο αὐτά.» Τὴν Βαβυλῶνα διὰ τούτων ἐσήμανε· «πόλιν δὲ αὐτὴν Χαναὰν» ὠνόμασε, διὰ τὴν τῶν τρόπων συγγένειαν. εʹ. Καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς, καὶ ἔδωκεν αὐτὸ εἰς πεδίον σπόριμον, λαβεῖν ῥίζωσιν φυτῶν· ἐν ὕδατι πολλῷ ἐπιβλεπόμενον ἔταξεν αὐτό. Τὸν Σεδεκίαν διὰ τούτου παρεδήλωσε· τοῦτον γὰρ ἀντὶ Ἰεχονίου χειροτονήσας βασιλέα, ἀπῆλθεν· οὐκέτι δὲ τὴν Ἱερουσαλὴμ Λίβανον ὀνομάζει, ἀλλὰ «πεδίον σπόριμον,» διὰ τὸ ταπεινοτέραν γενέσθαι τὴν βασιλείαν. Τὸ δὲ, «ἐν ὕδατι πολλῷ ἐπιβλεπόμενον ἔταξεν αὐτὸ,» τὴν ὑποταγὴν σημαίνει, καὶ τὸν ἐπιτεθέντα αὐτῷ δασμόν. ϛʹ. Ἀνέτειλε, φησὶ, καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν, καὶ μικρὰν τῷ μεγέθει, τοῦ ἐπιφαίνεσθαι τὰ κλήματα αὑτῆς ἐπ' αὐτὴν, καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν· καὶ ἐγένετο εἰς ἄμπελον μεγάλην, καὶ ἐποίησεν ἀπώρυγας, καὶ ἐξέτεινε τὴν ἀναδενδράδα αὑτῆς. Ἀσθενεστέρα λίαν ἐγένετο ἡ τελευταία τῶν Ἰουδαίων βασιλεία· τρὶς γὰρ ἤδη πολιορκίαν καὶ ἀνδραποδισμὸν ὑπομείναντες, καὶ εἰς πενίαν ἤλασαν, καὶ τοῦ πλήθους ἀπεστερήθησαν. Διὰ τοῦτο λέγει, ὅτι «Ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν, καὶ μικρὰν τῷ μεγέθει, καὶ τὰ κλήματα αὐτῆς ἐπ' αὐτήν.» Οὐκέτι, φησὶν, ἐξετείνετο, κατὰ τὴν τοῦ Δαβὶδ προφητείαν, ἕως θαλάσσης καὶ ἕως ποταμῶν, οὐδὲ ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ· τὸ δὲ, «Ἐξέτεινε τὴν ἀναδενδράδα αὑτῆς,» οὐ τὸ μέγεθος σημαίνει, ἀλλὰ τὴν πρὸς τὸν Αἰγύπτιον φιλίαν. Διὸ ἐπήγαγεν·