Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.969
Not analysed yet
τὴν ἐπάνοδον ἡγησάμενος τοῦ λαοῦ· ἐκ τούτων ὁ Δεσπότης Χριστὸς κατάγει τὸ γένος τὸ κατὰ σάρκα· διό φησι· «Λήψομαι ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου τῆς ὑψηλῆς ἐκ κορυφῆς,» τουτέστιν ἐξ αὐτῆς τῆς βασιλικῆς ῥίζης· καὶ πάλιν τὸ αὐτὸ σημαίνων, «Καὶ δώσω ἀπὸ κεφαλῆς παραφυάδων αὐτῆς, ἐκ καρδίας κορυφῆς ἀποκνιῶ.» Τοὺς μὲν οὖν αἰχμαλώτους ὁ Βαβυλώνιος ἀπέκνισεν, ἣν δὲ ἀνέλαβε σάρκα αὐτὸς ἀπέκνισεν ὁ Δεσπότης, ὡς προειρήκαμεν· ἑαυτῷ γὰρ τὸν ἀνθρώπινον ᾠκοδόμησε ναόν. «Καὶ καταφυτεύσω ἐπ' ὄρους ὑψηλοῦ ἐγὼ,» οὐχ ὁ Βαβυλώνιος· ὅρος δὲ ὑψηλὸν τὸ περιφανὲς τῆς Ἐκκλησίας καλεῖ· οὕτω γὰρ καὶ Ἡσαΐας καὶ Μιχαίας προεφήτευσαν· «Καὶ ἔσται, φησὶν, ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων,» καὶ τὰ ἑξῆς. Οὕτω δείξας τὸ ἐπίσημον αὐτοῦ διὰ τῶν θαυμάτων, καὶ διὰ τῶν κηρυγμάτων, προλέγει καὶ τὸ πάθος· «Καὶ κρεμάσω αὐτὸν ἐν ὄρει Ἰσραήλ.» Αὐτοῦ γὰρ συγχωρήσαντος, καὶ τὸ πάθος ἀπετελέσθη. Τοῦτο δὲ αὐτὸς ὁ Κύριος δῆλον πεποίηκε τῷ Πιλάτῳ διαλεγόμενος· σεμνυνομένου γὰρ ἐκείνου, ὡς ἐξουσίαν ἔχοντος καὶ κολάσαι καὶ ἀπολῦσαι, ἔφησεν ὁ Κύριος· «Οὐκ εἶχες ἐξουσίαν, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν.» Ὡς ἐνέργειαν τοίνυν τὴν συγχώρησιν προσηγόρευσε. «Καὶ κρεμάσω αὐτὸν ἐν ὄρει μετεώρῳ Ἰσραήλ.» Ὑψηλὸς δὲ ὁ Γολγοθᾶ, ἔνθα ὁ σωτήριος ἐπάγη σταυρός. Εἶτα τὴν μετὰ τὸ πάθος ἀνάστασιν, καὶ τὴν τοῦ κηρύγματος βλάστησιν. «Καὶ καταφυτεύσω αὐτὸν, καὶ ἐξοίσει βλαστὸν, καὶ ποιήσει καρπὸν,» ὃν ἡ οἰκουμένη τρυγῶσα καὶ σιτουμένη τὴν αἰώνιον ἐλπίζει ζωήν. «Καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν ὄρνεον.» Εἶτα σαφέστερον, «Καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται.» Οὐδὲν κτηνῶδες, οὐδὲ ἑρπετὸν καὶ χαμαίζηλον, ἀλλ' εἴ τι ὑπόπτερον, καὶ ἀεροπόρον, καὶ ἐπὶ τὰ ἄνω τὴν ὁρμὴν ἔχον. Τοιοῦτοι γὰρ οἱ τῆς πίστεως τρόφιμοι, ἄνω τὴν διάνοιαν πέμποντες, καὶ τὰ οὐράνια φανταζόμενοι, καὶ ὑπὸ τὴν σκιὰν τῆς μεγίστης καθήμενοι κέδρου. Κέδρον δὲ αὐτὸν προσηγόρευσε κατὰ τὸ ἀνθρώπινον, ἐπειδὴ καὶ τὴν Δαβιτικὴν βασιλείαν κέδρον ὠνόμασεν· ἔχει δὲ καὶ ἄσηπτον ἡ κέδρος, ὥσπερ καὶ ὁ Δεσπότης, καὶ κατὰ τὸ ἀνθρώπειον, τὸ ἀναμάρτητον ἔσχηκε. «Καὶ τὰ κλήματα αὐτοῦ, φησὶν, ἀποκατασταθήσεται.» Τοῦτο διὰ τὴν τηνικαῦτα τῆς Ἱερουσαλὴμ ἐρημίαν ἐπήγαγεν· ἀντὶ τοῦ, Μὴ ἀποβλέψητε εἰς τὴν ἐσομένην μετὰ τὴν αἰχμαλωσίαν τῆς πόλεως ἐρημίαν· οὗτος γὰρ ὁ αἰώνιος βασιλεὺς ἐκεῖθεν ὁρμώμενος βασιλεύσει, καὶ ἐξ αὐτῆς λήψεται κλήματα· σημαίνει δὲ τὸν ἀποστολικὸν χορόν· ἀποκατασταθήσεται τοίνυν, φησὶ, τῇ Δαβιτικῇ φυλῇ ἡ βασιλεία, κατὰ τὰς πρὸς τὸν Δαβὶδ ὑπὸ τοῦ Θεοῦ γενομένας συνθήκας. Εἶτα ἐπάγει· κδʹ. Καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου, ὅτι ἐγὼ Κύριος, ὁ ταπεινῶν ξύλον ὑψηλὸν, καὶ ὑψῶν ξύλον ταπεινὸν, καὶ ξηραίνων ξύλον