Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.972
Not analysed yet
χλωρὸν, καὶ ἀναθάλλων ξύλον ξηρόν. Ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω. Γνώσονται, φησὶ, πάντες ἄνθρωποι, ὅτι ῥᾴδιόν μοι καὶ τὰ ὑψηλὰ ταπεινοῦν, καὶ ἀνυψοῦν τὰ ταπεινὰ, καὶ τὰ ὑγρὰ ξηραίνειν, καὶ τὰ ξηρὰ τεθηλότα δεικνύναι. Ὅταν γὰρ ἴδωσι μετὰ τὴν τῆς πόλεως ἐρημίαν βλαστὸν ἐξ αὐτῆς φύσαντα κατὰ τὴν Ἡσαΐου προφητείαν· «Ἐξελεύσεται γὰρ, φησὶ, ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται·» καὶ τοῦτον πάσης τῆς οἰκουμένης ἀναδεικνύμενον βασιλέα, γνώσονται πάντες, ὅτι ἐγὼ Κύριος προλέγων, καὶ τῷ λόγῳ τὸ ἔργον ἐπάγων. ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ. αʹ—δʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, τίς ὑμῖν ἡ παραβολὴ αὕτη ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ λεγόντων, Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν; Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος, ἐὰν γένηται ἔτι ἡ παραβολὴ αὕτη ἐν τῷ Ἰσραήλ. Ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν· ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρὸς, οὕτω καὶ ἡ ψυχὴ τοῦ υἱοῦ· πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσι, καὶ ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. Τισὶ δοκεῖ ἐπ' ἄλλο κεφάλαιον μεταβῆναι τὴν προφητείαν· ἔστι δὲ ἰδεῖν τοῖς προλεχθεῖσι τὰ εἰρημένα συμβαίνοντα. Ἐπειδὴ γὰρ τῆς τοῦ Σεδεκίου παρανομίας μνημονεύσας, τὴν ἐκ τοῦ βασιλικοῦ σπέρματος προεθέσπισεν ἐσομένην τῆς οἰκουμένης ἡγεμονίαν, ἀναγκαίως διδάσκει τὸν λαὸν μὴ κεχρῆσθαι τῇ ἀδικίαν τοῦ Θεοῦ κατηγορούσῃ παροιμίᾳ, ὅτι τῶν πατέρων φαγόντων ὄμφακα οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν, ἢ, κατὰ τὸν Σύμμαχον, ἐγομφίασαν. Ἰδοὺ γὰρ, φησὶ, παρανόμων ὄντων τῶν τηνικαῦτα βασιλέων τὸ ἐξ αὐτῶν σπέρμα τῆς οἰκουμένης κρατήσει. Οὔτε γὰρ ἀνέξομαι, ὧν οἱ πατέρες ἐπλημμέλησαν, τὰς εὐθύνας ἀπαιτῆσαι τοὺς παῖδας· καὶ τούτων γὰρ κἀκείνων Δεσπότης εἰμὶ, καὶ τὴν αὐτὴν ἁπάντων τὴν ἐπιμέλειαν ποιοῦμαι· πᾶσαι γὰρ αἱ ψυχαὶ ἐμαί εἰσιν, ἡ δὲ ἁμαρτάνουσα ψυχὴ, αὕτη τίσει τὰς δίκας. Εἶτα διδάσκει ἡμᾶς τίνα τῆς δικαιοσύνης τὰ εἴδη, καὶ πῶς δυνατὸν, καὶ ζωῆς ἀπολαῦσαι, καὶ τιμωρίας ἀπαλλαγῆναι. εʹ. Ὁ δὲ ἄνθρωπος ὅς ἐστι δίκαιος, ὁ ποιῶν κρίμα καὶ δικαιοσύνην. Τουτέστιν, ὁ ἶσα κατέχων τὰ τῆς δίκης ζυγά. ϛʹ. Ἐπὶ τῶν ὀρέων οὐ φάγεται. Ὁ τῆς τῶν εἰδώλων, φησὶ, θεραπείας πόῤῥω γινόμενος· ἐν γὰρ τοῖς ὄρεσι τὰ τούτων ἵδρυτο τεμένη. «Καὶ τοὺς ὀφθαλμοὺς αὑτοῦ οὐ μὴ ἐπάρῃ πρὸς τὰ ἐπιθυμήματα τοῦ οἴκου Ἰσραήλ.» Ἀντὶ τοῦ, Ἐὰν μὴ