Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.976
Not analysed yet
ιζʹ. Οὐ τελευτήσει οὗτος, φησὶν, ἐν ταῖς ἀδικίαις τοῦ πατρὸς αὑτοῦ, ἀλλὰ ζωῇ ζήσεται. Οὔτε γὰρ δίκαιον, τοῦτον ὑπὲρ τῆς ἐκείνου παρανομίας εἰσπράττεσθαι δίκας. ιηʹ, ιθʹ. Ὁ δὲ πατὴρ αὐτοῦ, φησὶν, ἐπειδὴ θλίψει ἔθλιψε, καὶ ἅρπαγμα ἥρπασε, καὶ ἐναντία ἐποίησεν ἐν μέσῳ τοῦ λαοῦ, καὶ ἀπέθανεν ἐν τῇ ἀδικίᾳ αὑτοῦ. Καὶ εἴπατε, Τί οὐκ ἔλαβεν ὁ υἱὸς τὴν ἀδικίαν τοῦ πατρὸς αὑτοῦ; Ὑμεῖς δέ φησιν ἀδίκως κρίνοντες βούλεσθε τοῦ παρανόμου τὸν υἱὸν τιμωρίαν ὑπὲρ τοῦ πατρὸς ὑπομεῖναι, καὶ ἀλλήλων πυνθάνεσθε, Τί δήποτε τὰς τοῦ πατρὸς παρανομίας οὐκ ἔτισεν; Ἐγὼ δὲ ὑμῖν φημι, «Ὅτι ὁ υἱὸς κρίμα, καὶ δικαιοσύνην, καὶ ἔλεον ἐποίησε, πάντα τὰ νόμιμά μου συνετήρησε, καὶ ἐποίησεν αὐτὰ, ζωῇ ζήσεται.» Ἐπειδὴ οὐ τὴν αὐτὴν ὥδευσε τῷ πατρὶ, ἀλλὰ τὴν ἐμὴν ὁδὸν τῆς τοῦ πατρὸς προετίμησεν, ἄξιον εὕρατο τῆς ὁδοῦ τὸ τέλος. κʹ. Ἡ δὲ ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται, ὁ υἱὸς οὐ λήψεται τὴν ἀδικίαν τοῦ πατρὸς αὑτοῦ, οὐδὲ ὁ πατὴρ λήψεται τὴν ἀδικίαν τοῦ υἱοῦ αὑτοῦ. Τὰ αὐτὰ πάλιν σαφέστερον καὶ συντόμως παρεδήλωσε· «Δικαιοσύνη δικαίου ἐπ' αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμου ἐπ' αὐτὸν ἔσται.» Πολλάκις τὰ αὐτὰ λέγει, βεβαίαν αὐτῶν τὴν μνήμην ἐν τοῖς ἀκούουσι γενέσθαι βουλόμενος. καʹ, κβʹ. Καὶ ὁ ἄνομος ἐὰν ἐπιστρέψῃ ἐκ πασῶν τῶν ἀνομιῶν αὑτοῦ ὧν ἐποίησε, καὶ φυλάξηται πάσας τὰς ἐντολάς μου, καὶ ποιήσῃ κρίμα, καὶ δικαιοσύνην, καὶ ἔλεον, ζωῇ ζήσεται, καὶ οὐ μὴ ἀποθάνῃ. Πάντα δὲ παραπτώματα αὐτοῦ ὅσα ἐποίησεν, οὐ μνησθήσεται αὐτῷ ἐν τῇ δικαιοσύνῃ αὑτοῦ, ᾗ ἐποίησε, ζήσεται. Τοσοῦτον δὲ, φησὶν, ἀπέχω τοῦ δίκας ἕτερον ὑπὲρ ἑτέρου εἰσπράξαι, ὅτι καὶ αὐτὸν τὸν παραβάτην τοῦ νόμου, κἂν μυρίας παρανομίας ἐργάσηται, μεταβαλλόμενον, καὶ μεταμελείᾳ χρώμενον, καὶ τὴν τῆς δικαιοσύνης ὁδὸν προαιρούμενον, καὶ δέξομαι, καὶ ζωῆς ἀξιώσω· εἶτα τὴν οἰκείαν ἀγαθότητα παραδηλοῖ. κγʹ. Οὐ μὴ θελήσει θελήσω τὸν θάνατον τοῦ ἀνόμου, λέγει Ἀδωναῒ Κύριος, ὡς τὸ ἐπιστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ αὑτοῦ τῆς πονηρᾶς, καὶ ζῆσαι αὐτόν; Οὐ τὸν θάνατον, φησὶ, τοῦ ἀνόμου ἀλλὰ τὴν μετάνοιαν ποθῶ· οὐδὲ γὰρ ἵνα κολάσω, τῶν ἀνθρώπων τὴν φύσιν ἐδημιούργησα, ἀλλ' ἵνα ζωῆς μεταδῶ· μαρτυρεῖ δὲ τοῖς λόγοις τὰ πράγματα· οὐ γὰρ ἂν προφήταις ἐνέπνευσε, καὶ ἀποστόλους ἀπέστειλε, καὶ ἐγγράφους ἔδωκε νόμους, καὶ ἀγαθὰ ὑπισχνεῖται, καὶ γέενναν ἀπειλεῖ, κολάζειν βουλόμενος· ἀλλ' εἴασεν ἂν τοὺς ἀνθρώπους, ὡς ἂν θέλωσι, φέρεσθαι· νῦν δὲ ταῦτα πάντα διατελεῖ ποιῶν, ἵνα τῶν ἠπειλημένων ἐλευθερώσῃ δεινῶν· ὅτι δὲ οὐ λόγοι μόνον τὰ εἰρημένα, ἀλλὰ τὰ πράγματα, καὶ