Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.977
Not analysed yet
γενόμενα, καὶ γιγνόμενα, μάρτυς ἡ θεία Γραφή. Ὁ γὰρ Ἐζεκίας ἐκ δυσσεβοῦς πατρὸς τοῦ Ἄχαζ φὺς, οὐ μόνον οὐκ ἔτισεν ὑπὲρ τοῦ πατρὸς δίκας, ἀλλὰ καὶ περιφανέστατος ἐκ τῆς οἰκείας εὐσεβείας ἐγένετο. Ὁ δέ γε πανόλβιος Μανασσῆς, ἐκ διαμέτρου ἐναντίαν ὁδεύσας τῷ φύσαντι, οὐδὲν τῆς πατρῴας εὐσεβείας ἀπώνατο· μεταμελείᾳ δὲ χρησάμενος τῆς σωτηρίας ἀπήλαυσεν. Ἀμὼν δὲ ὁ τούτου υἱὸς, τὴν μὲν πατρῴαν πονηρίαν ζηλώσας, τὴν δὲ μετάνοιαν οὐκέτι, κακῶς τὸν βίον κατέλυσεν· ὁ δὲ τούτου παῖς Ἰωσίας, τοῦ πατρὸς τὴν ἀσέβειαν βδελυξάμενος, καὶ πᾶσι τοῖς τῆς ἀρετῆς εἴδεσι τὴν ψυχὴν κατακοσμήσας, τῷ τῶν ἁγίων συνηρίθμηται καταλόγῳ, οὐδεμίαν ἐκ τῆς τοῦ πατρὸς παρανομίας λώβην ἑλκύσας· οἱ δὲ τούτου παῖδες, τοῦτον μὲν οὐ ζηλώσαντες, δυσσεβείᾳ δὲ πάσῃ συζήσαντες, δίκας τῶν οἰκείων πλημμελημάτων ἐξέτισαν, ἐκ τῆς τοῦ πατρὸς φιλοθεΐας οὐδὲν ὄφελος καρπωσάμενοι. Καὶ ἐξ αὐτῆς τοίνυν τῆς τῶν ἁγίων Γραφῶν ἱστορίας, ἀληθῆ πέφηνε τοῦ Δεσπότου τὰ λόγια. Φέρε τοίνυν ἐπὶ τὴν ἀκολουθίαν τῆς ἑρμηνείας ἐπανέλθωμεν. κδʹ. Καὶ ἐν τῷ ἀποστρέψαι δίκαιον ἀπὸ τῆς δικαιοσύνης αὑτοῦ, καὶ ποιῆσαι ἀδικίαν, κατὰ πάσας τὰς ἀδικίας ἃς ἐποίησεν ὁ ἄνομος, ἐὰν ποιήσῃ, οὐ μὴ ζήσεται· πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσιν· ἐν τῷ παραπτώματι, ᾧ παρέπεσε, καὶ ἐν ταῖς ἁμαρτίαις αὑτοῦ, αἷς ἥμαρτεν, ἐν αὐταῖς ἀποθανεῖται. Ὥσπερ, φησὶν, εἴ τις τῶν παρανόμων, τὸν πρότερον βδελυξάμενος βίον, τὸν ἐναντίον προέλοιτο, δέξομαι τὴν μετάνοιαν, καὶ ζωῆς αὐτὸν ἀξιώσω· οὕτως, εἴ τις τῶν δικαίων, παντελῶς τὴν τῆς δικαιοσύνης καταλιπὼν ὁδὸν, εἰς τὴν ἑτέραν τράπηται, πάντα μὲν τὸν πρότερον ἀπολέσει δρόμον, πρόσφορον δὲ τῇ ὁδῷ εὑρήσει τὸ τέλος· ἐν γὰρ ταῖς ἁμαρτίαις αὑτοῦ ἀποθανεῖται. Ἐπιστῆσαι δὲ χρὴ, ὡς οὐχ ἁπλῶς εἶπεν, Ἐὰν ἁμάρτῃ, ἀλλ' «Ἐὰν ἀποστραφῇ ἀπὸ τῆς δικαιοσύνης αὑτοῦ, καὶ ποιήσῃ ἀδικίαν κατὰ πάσας τὰς ἀδικίας, ἃς ἐποίησεν ὁ ἄνομος·» ἐπεὶ προσπταίουσι καὶ τῶν εὐσεβῶν τινες, ἀλλ' ἀνιστάμενοι πάλιν αὐτὴν ὁδεύουσι τὴν ὁδὸν, καὶ τῇ μετανοίᾳ χρώμενοι, τῆς σωτηρίας τυγχάνουσιν· οἱ δὲ παντελῶς ταύτης ἀφιστάμενοι, τοὺς τῆς ἐναντίας ὁδοῦ τρυγῶσι καρπούς. κεʹ. Καὶ εἴπατε, φησὶν, Οὐ κατευθύνει ἡ ὁδὸς Κυρίου· ἀκούσατε δὴ οἶκος Ἰσραὴλ, Μὴ ἡ ὁδός μου οὐ κατευθύνει; οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατευθύνει; Ταύτην μου, φησὶ, τὴν δικαίαν ψῆφον ὁρῶντες ἀδικίαν τολμᾶτε κατηγορεῖν; καὶ μὴν ἔδει ὑμᾶς καθ' ὑμῶν αὐτῶν τὴν κατηγορίαν ποιεῖσθαι, ὅτι τοιαύτην ὁρῶντες παρὰ τῷ κριτῇ δικαιοσύνην προαιρεῖσθε τὴν ἀδικίαν. εἶτα τὰ αὐτὰ πάλιν συντόμως διέξεισι καὶ ὁ δίκαιος εἰς τὴν ἐναντίαν τρεπόμενος τῷ τῆς ἁμαρτίας θανάτῳ παραδοθήσεται, καὶ ὁ