Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.980
Not analysed yet
ἁμαρτωλὸς πάλιν μετανοίᾳ χρώμενος, καὶ διὰ πάσης ὁδεύειν τῆς ἀρετῆς προαιρούμενος ζωὴν ἐκ τῆς μεταμελείας καρπώσεται. κθʹ. Ταῦτα δὲ, φησὶν, ὁρῶν ὁ οἶκος Ἰσραὴλ λέγει· Οὐ κατορθοῖ, ἡ ὁδὸς Κυρίου· μὴ ἡ ὁδὸς Κυρίου οὐ κατορθοῖ, οἶκος Ἰσραήλ; οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατορθοῖ; Αὐτὰ, φησὶ, βοᾷ τὰ πράγματα, ὅτι αἱ μὲν ἐμαὶ κρίσεις ὀρθαὶ καὶ δίκαιαι, ἡ δὲ ὑμετέρα προαίρεσις παρανομίας μεστή. λʹ. Διὰ τοῦτο ἕκαστον κατὰ τὴν ὁδὸν αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος Ἰσραὴλ, λέγει Ἀδωναῒ Κύριος. Οὕτως ἀπειλήσας, καὶ τὴν δικαίαν ψῆφον ἐξενεγκὼν ἐπὶ παραίνεσιν τρέπει τὸν λόγον. λαʹ. Ἐπιστράφητε καὶ ἀποστρέψατε ἐκ πασῶν τῶν ἀσεβειῶν ὑμῶν, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας. Ἀποῤῥίψατε ἀφ' ἑαυτῶν πάσας τὰς ἀσεβείας ὑμῶν, ἃς ἠσεβήσατε εἰς ἐμὲ, καὶ ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν, καὶ πνεῦμα καινὸν, καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ. Καταλείψατε, φησὶ, τὴν τῆς ἀσεβείας ὁδὸν, καὶ ἑτέραν ἀναδέξασθε γνώμην, καὶ εἰς τοὺς ἐμοὺς ῥέψατε νόμους, ἵνα μὴ θάνατον ἐκ τῆς πονηρίας καρπώσησθε. Καρδίαν γὰρ καινὴν καὶ πνεῦμα καινὸν, τὴν ἐπὶ τὰ ἀμείνω τῆς ψυχῆς τροπὴν προσηγόρευσεν· εἶτα καὶ τὴν οἰκείαν ἀγαθότητα γυμνοῖ. λβʹ. Διότι οὐ βούλομαι τὸν θάνατον τοῦ ἀποθνήσκοντος, λέγει Ἀδωναῒ Κύριος, ὡς τὸ ἐπιστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὑτοῦ, καὶ ζῇν τὴν ψυχὴν αὐτοῦ, λέγει Ἀδωναῒ Κύριος· ἐπιστρέψασθε καὶ ζήσεσθε. Εἰδότες, φησὶν, ὡς οὐ τὴν κόλασιν, ἀλλὰ τὴν μεταμέλειαν τοῦ ἁμαρτωλοῦ ποθῶ, χρήσασθε τῇ μετανοίᾳ καὶ δέξασθε τῆς ζωῆς τοὺς καρπούς. Τοῦτο καὶ ὑμῖν ἁρμόττει τὸ φάρμακον. «Οὐ γὰρ Ἰουδαίων μόνον ὁ Θεὸς, ἀλλὰ καὶ ἐθνῶν καὶ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν.» Καταλίπωμεν τοίνυν τὴν τῆς κακίας ὁδὸν, ἧς τὸ τέλος ὄλεθρος καὶ ἀπώλεια, καὶ μεταμάθωμεν τὴν θείαν πορείαν, τὴν εἰς οὐρανοὺς ἀνάγουσαν, καὶ τὴν πρὸς Θεὸν ἡμῖν παῤῥησίαν παρέχουσαν· ἧς τύχοιμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα πρέπει, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ Ζʹ. ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ. αʹ, βʹ. Καὶ σὺ λάβε θρῆνον ἐπὶ τὸν ἄρχοντα τοῦ Ἰσραήλ. Καὶ ἐρεῖς· Τί ἡ μήτηρ σου λέαινα;