Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.985
Not analysed yet
σεν ἄρχοντα τὸν Γοδολίαν ὁ Ναβουζαρδάν· ἔρημος δὲ ἦν παντελῶς ἡ πόλις, μᾶλλον δὲ ἅπασα ἡ Ἰουδαία, καὶ τῶν τειχῶν περιῃρημένων, καὶ τῶν οἰκιῶν ἐμπεπρησμένων, καὶ τῶν πλείστων οἰκητόρων σφαγῇ καὶ αἰχμαλωσίᾳ παραδοθέντων. Διό φησι· «Καὶ νῦν πεφυτεύκασιν αὐτὴν ἐν τῇ ἐρήμῳ.» Ἀλλ' οὐδὲ οὕτω, φησὶ, διαμενεῖ, φθορὰν δὲ καὶ τὰ λείψανα δέξεται. ιδʹ. Ἐξελεύσεται γὰρ, φησὶ, πῦρ ἐκ τῶν ῥάβδων τῶν ἐκλεκτῶν αὐτῆς, καὶ καταφάγεται αὐτήν. Ὁ γὰρ Ἰσμαὴλ βασιλικοῦ γένους ὑπάρχων, καὶ τῷ Γοδολίᾳ φθονήσας, κεχρωσμένῃ πρὸς αὐτὸν φιλίᾳ χρησάμενος, τούτῳ μὲν κρύβδην ἐπιβουλεύει, ἀναιρεῖ δὲ καὶ τοὺς πλείστους τοὺς σὺν αὐτῷ· δείσας δὲ τὸ γεγονὸς δραπετεύει· οἱ δὲ λοιποὶ ἅπαντες, τὴν τῶν Χαλδαίων φοβηθέντες ὀργὴν, τὴν Αἴγυπτον σὺν Ἱερεμίᾳ τῷ προφήτῃ κατέλαβον· τοῦτο δὲ ἐδήλωσεν εἰπὼν, «Καὶ ἐξελεύσεται πῦρ ἐκ τῶν ῥάβδων τῶν ἐκλεκτῶν αὐτῆς καὶ καταφάγεται αὐτήν. Καὶ οὐκ ἔσται ἐν αὐτῇ ῥάβδος ἰσχύος φυλῆς, σκῆπτρον εἰς τὸ ἐξουσιάζειν· εἰς παραβολὴν θρήνων ἐστὶ, καὶ ἔσται εἰς θρῆνον.» Δῆλον δὲ, ὅτι τὰ πρὸ τῆς ἐπανόδου λέγει· τηνικαῦτα γὰρ ὑπὸ μὲν τῶν οἰκείων ἐθρηνεῖτο, τοῖς δὲ ἀλλοτρίοις παροιμία ἐγένετο θρήνου· εἰώθασι γὰρ οἱ ἄνθρωποι ἐπὶ τῶν μεγίσταις συμφοραῖς περιπιπτόντων λέγειν· Μὴ πάθοιμι οἷα ὁ δεῖνα πέπονθε. Τοῦτο τοίνυν «παραβολὴν» ἐκάλεσε «θρήνου·» προστέθεικε δὲ, ὅτι οὐκ ἔστιν ἐν αὐτῇ ῥάβδος ἰσχύος, ἢ φυλὴ, ἢ σκῆπτρον. Οὐδένα γὰρ ἔσχεν ἄρχοντα, ἢ σύστημά τι φυλὴν ποιῆσαι δυνάμενον πρὸ τῆς ἐπανόδου· μετὰ γὰρ τὴν ἐπάνοδον πάλιν ἀπέλαβε τὴν προτέραν λαμπρότητα. Ταῦτα οὕτω προθεσπίσας, τίθησι μὲν ἐν μέσῳ τῆς προφητείας μικρόν τι διήγημα, συνάπτει δὲ τῷ διηγήματι παραυτίκα τὴν προφητείαν. ΚΕΦΑΛΑΙΟΝ Κʹ. αʹ—δʹ. Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἑβδόμῳ, ἐν τῷ πέμπτῳ μηνὶ, δεκάτῃ τοῦ μηνὸς, ἦλθον ἄνδρες ἐκ τῶν πρεσβυτέρων τοῦ οἴκου Ἰσραὴλ ἐπερωτῆσαι τὸν Κύριον, καὶ ἐκάθισαν πρὸ προσώπου μου. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, λάλησον πρὸς τοὺς πρεσβυτέρους τοῦ Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, Τάδε λέγει Ἀδωναῒ Κύριος· Εἰ ἐπερωτῆσαί με ὑμεῖς ἔρχεσθε, ζῶ ἐγὼ εἰ ἀποκριθήσομαι ὑμῖν, λέγει Κύριος. Εἰ ἐκδικήσεις αὐτοὺς ἐκδικήσει, υἱὲ ἀνθρώπου, εἰ ἐκδικήσεις αὐτούς. Λίαν ἁρμόττει τουτοισὶ τοῖς λόγοις τὸ ὑπὸ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν εἰρημένον· «Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου, τοῦ