Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.988
Not analysed yet
ἐν οὐρανοῖς, εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» Καὶ οὗτοι γὰρ πονηρίᾳ συζῶντες, καὶ τοῖς τῆς μεταμελείας φαρμάκοις ἰαθῆναι μὴ βουληθέντες, ἐρωτᾷν ἐπειράθησαν τὸν Δεσπότην, οὐχ ἵνα πάντως τὰ κεκελευσμένα πράξωσιν, ἀλλ' ἵνα μάθωσιν εἰ συμβαίνουσι τοῖς οἰκείοις λογισμοῖς οἱ θεῖοι χρησμοί. Τοῦτο καὶ ὁ Σεδεκίας πολλάκις πεποίηκε, καὶ ὁρκώσας τὸν Ἱερεμίαν τὰ τῷ Θεῷ δοκοῦντα σαφῶς αὐτῷ προμηνύσαι, μαθὼν τὰ κελευσθέντα, τἀναντία τούτων εἰργάσατο· καὶ οἱ εἰς Αἴγυπτον δὲ μετὰ τὴν αἰχμαλωσίαν εἰσελθόντες ταυτὸ τοῦτο τετολμήκασι. Τούτου χάριν ὁ τῶν ὅλων Θεὸς ἀποκρίνασθαι τούτοις οὐ βούλεται· αὐτὸς γὰρ οἶδε, κατὰ τὴν τῶν ἱερῶν Εὐαγγελίων διδασκαλίαν, τί ἐστιν ἐν τῷ ἀνθρώπῳ. Διὸ καὶ τῷ προφήτῃ παρακελεύεται καταφρονῆσαι αὐτῶν, καὶ μηδεμίαν ὑπὲρ αὐτῶν προσενεγκεῖν ἱκετείαν. Τοῦτο γὰρ ἐσήμανεν εἰρηκώς· «Εἰ ἐκδικήσεις αὐτοὺς ἐκδικήσει, υἱὲ ἀνθρώπου, εἰ ἐκδικήσεις αὐτούς·» ἀντὶ τοῦ, Μὴ φροντίσῃς αὐτῶν, οἷα δὴ κηδεμὼν αὐτῶν ὑπάρχων, μὴ δέξῃ αὐτῶν τὴν ἐρώτησιν. εʹ, ϛʹ. Τὰς δὲ ἀνομίας, φησὶ, τῶν πατέρων αὐτῶν διαμάρτυραι αὐτοῖς. Καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναῒ Κύριος, Ἀφ' ἧς ἡμέρας ᾑρέτισα τὸν οἶκον Ἰσραὴλ, καὶ ἐγνώσθην τῷ σπέρματι οἴκου Ἰακὼβ, καὶ ἐγνώσθην αὐτοῖς ἐν γῇ Αἰγύπτου, καὶ ἀντελαβόμην τῆς χειρὸς αὐτῶν, λέγων, Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀντελαβόμην αὐτῶν τῇ χειρί μου, τοῦ ἐξάγειν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, εἰς τὴν γῆν, ἣν ἡτοίμασα αὐτοῖς, γῆν ῥέουσαν γάλα καὶ μέλι, κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν. Τούτοις, φησὶν, ὦ προφῆτα, τοῖς πρὸς σὲ παραγενομένοις, καὶ τὰς ἐμὰς ὑπόδειξον εὐεργεσίας, καὶ τὰς τῶν πατέρων αὐτῶν ἀπαρίθμησαι παρανομίας· διήγησαι δὲ, ὅπως ἐπεφάνην ἐν Αἰγύπτῳ τοῖς πατράσιν αὐτῶν ἀσεβοῦσιν ἔτι, καὶ τὰ τῶν Αἰγυπτίων εἴδωλα θεραπεύουσι, καὶ ἐδίδαξα αὐτοὺς, ὅτι ἐγὼ καὶ Θεός εἰμι, καὶ Δεσπότης· καὶ τούτοις ἐχρώμην τοῖς λόγοις, ἐκείνους ἀπαλλάξαι τῆς δουλείας βουλόμενος, τὰς δὲ ὑποσχέσεις πληρῶσαι, καὶ τὴν ἐπηγγελμένην ἀποδοῦναι γῆν, μυρίων ἀγαθῶν οὖσαν μητέρα, καὶ παντοδαποὺς καρποὺς τοῖς ἐνοικοῦσι τίκτουσαν· καὶ οὐκ ἄν τις ἁμάρτοι πάσης μὲν τῆς γῆς ἀποφαίνων κρείττονα, μελιττῶν δὲ αὐτὴν ἐργασίαν ἀποκαλῶν· τοῦτο γὰρ ἐδήλωσεν εἰρηκώς· «Κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν.» Οὕτω προσηγόρευσε τὰ τοῦ μέλιτος πεπληρωμένα κηρία. ζʹ. Καὶ εἶπε, φησὶ, πρὸς αὐτούς· Ἕκαστος τὰ βδελύγματα τῶν ὀφθαλμῶν αὑτοῦ ἀποῤῥίψατε, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν Αἰγύπτου μὴ μιαίνεσθε, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. Παρῄνεσα δὲ αὐτοὺς, φησὶ, τῆς μὲν τῶν Αἰγυπτίων ἀσεβείας τὴν κοινωνίαν φυγεῖν, τὴν δὲ ἐμὴν ἐπιγνῶναι δεσποτείαν, ταύτην αὐτοὺς διὰ σημείων καὶ θαυμάτων