Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.993
Not analysed yet
ιδʹ. Καὶ εἶπον τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ, τοῦ ἐξαναλῶσαι αὐτούς. Καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατ' ὀφθαλμοὺς αὐτῶν. Καὶ ταῦτα δὲ ὁ θεσπέσιος διδάσκει Μωσῆς, λέγων εἰρηκέναι τὸν Θεόν· «Καὶ νῦν ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα.» Εἶτα τὴν οἰκείαν ἱκετείαν διέξεισι, καὶ τῷ τέλει προστίθησιν, ὅτι· «Ἐὰν πατάξῃς αὐτοὺς, ἀκούσεται Αἴγυπτος, καὶ ἐρεῖ· Παρὰ τὸ μὴ δυνηθῆναι Κύριον εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν, ἣν ἐπηγγείλατο τοῖς πατράσιν αὐτῶν, κατηνάλωσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ.» Τοῦτο καὶ ἐνταῦθα παρεδήλωσεν εἰπών· «Καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατ' ὀφθαλμοὺς αὐτῶν.» Εἶτα διηγεῖται πλατύτερον, ὅτι βουληθεὶς πανωλεθρίᾳ πάντας αὐτοὺς ὑποβαλεῖν ἐν τῇ ἐρήμῳ, ὡς καὶ τὰ ζωῆς χορηγὰ δικαιώματα πατήσαντας, καὶ τὰ Σάββατα βεβηλώσαντας. Καὶ πάλιν τῶν Σαββάτων χωρὶς μνημονεύσας, ἐπάγει· ιζʹ. Καὶ ἐφείσατο αὐτῶν ὁ ὀφθαλμός μου, τοῦ μὴ ἐξαλεῖψαι αὐτοὺς, καὶ οὐκ ἐποίησα αὐτοὺς εἰς συντέλειαν ἐν τῇ ἐρήμῳ. Τοὺς γὰρ παρανόμους ἐκείνους διαφόροις παραδοὺς τιμωρίαις, τὰ τέκνα αὐτῶν οὐδὲν ἄμεινον ἐκείνων διατεθήσεσθαι μέλλοντα διεφύλαξε, καὶ εἰς τὴν ἐπηγγελμένην τοῖς προγόνοις εἰσήγαγε γῆν. ιηʹ—κʹ. Καὶ εἶπον, φησὶ, πρὸς τὰ τέκνα αὐτῶν ἐν τῇ ἐρήμῳ· Ἐν τοῖς νομίμοις τῶν πατέρων ὑμῶν μὴ πορεύεσθε, καὶ τὰ δικαιώματα αὐτῶν μὴ φυλάττεσθε, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν μὴ συναναμίγνυσθε. Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν· ἐν τοῖς προστάγμασί μου πορεύεσθε, καὶ τὰ δικαιώματά μου φυλάττεσθε, καὶ ποιεῖτε αὐτά. Καὶ τὰ Σάββατά μου ἁγιάζετε αὐτὰ, καὶ ἔσται εἰς σημεῖον ἐμοῦ καὶ ἀναμέσον ὑμῶν, τοῦ γινώσκειν ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. Καὶ τοῖς τέκνοις δὲ αὐτῶν, φησὶ, τῆς τῶν πατέρων χωρισθεῖσι διδασκαλίας, παρῄνουν ἐν τῇ ἐρήμῳ, καὶ συνεβούλευον ἀπαλλαγῆναι μὲν τῶν πατρῴων ἠθῶν, τὴν δὲ ἐμὴν δεσποτείαν ἐπιγνῶναι, καὶ τοῖς ἐμοῖς προστάγμασιν ἕπεσθαι, καὶ τὰ δοθέντα πληροῦν δικαιώματα, καὶ τῇ τῶν Σαββάτων φυλακῇ τὸ τῆς πολιτείας ἰδιάζον γνωρίζειν, καὶ ποδηγεῖσθαι πρὸς τὸν νομοθέτην διὰ τὸν νόμον· ἀλλὰ καὶ οὗτοι, φησὶ, τῶν νόμων τούτων καταφρονοῦντες διετέλεσαν. Καὶ τοῦτο δηλῶν ἐπήγαγε· καʹ. Καὶ παρεπίκρανάν με καὶ τὰ τέκνα αὐτῶν· ἐν τοῖς προστάγμασί μου οὐκ ἐπορεύθησαν, καὶ τὰ δικαιώματά μου οὐκ ἐφυλάξαντο τοῦ ποιῆσαι αὐτὰ, ἃ ποιήσει ἄνθρωπος αὐτὰ, καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ Σάββατά μου ἐβεβή-