Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.996
Not analysed yet
λωσαν. Εἶτα προστίθησιν, ὅτι καὶ τούτους πάλιν δίκας ἐβουλήθην εἰσπράξασθαι τῆς ἀσεβείας, καὶ τοὺς μὲν αἰχμαλωσίᾳ, τοὺς δὲ σφαγῇ παραδοῦναι. Τοῦτο γὰρ ἐσήμανεν εἰρηκώς· κγʹ. Καὶ ἐξῆρα τὴν χεῖρά μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ, τοῦ διασκορπίσαι αὐτοὺς ἐν τοῖς ἔθνεσι, καὶ διασπεῖραι αὐτοὺς ἐν ταῖς χώραις. Ἵνα δὲ μή τις ἐντεῦθεν βλάβη καὶ Αἰγυπτίοις γένηται, καὶ Χαναναίοις, τοῦτο μὲν, φησὶν, οὐκ ἐποίησα, ἀλλὰ, κεʹ. Καὶ δέδωκα αὐτοῖς προστάγματα οὐ καλὰ, καὶ δικαιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς. Τινὲς οὖν ταῦτα εἰς τὴν τῶν εἰδώλων ἔλαβον θεραπείαν, τὸ ἔδωκα ἀντὶ τοῦ συνεχώρησα νενοηκότες· δῆλοι δέ εἰσιν οὐδαμῶς τὴν τῶν εἰρημένων κατειληφότες διάνοιαν. Τὴν γὰρ ἀσεβῆ τῶν εἰδώλων θρησκείαν οὐδεὶς ἂν εὖ φρονῶν εἴποι οὐ καλὴν, ἀλλὰ λίαν κακήν. Οὐ τοίνυν ἡ τῆς σοφίας πηγὴ, τῆς εὐσεβείας ὁ νομοθέτης, ὁ τῆς ἀσεβείας κατήγορος, τὴν ἐσχάτην ἀσέβειαν οὐ καλὴν προσηγόρευσεν· ὅρον γὰρ αὐτὴν ὀνομάζει κακίας. Ἄλλα τοιγαροῦν ὁ λόγος αἰνίττεται. Ἐπειδὴ γὰρ, φησὶν, ἔδωκα αὐτοῖς δικαιώματα «ἃ ποιήσει αὐτὰ ἄνθρωπος, καὶ ζήσεται ἐν αὐτοῖς·» λέγει δὲ διὰ τούτων τοὺς δέκα λόγους τοῦ νόμου· παρέβησαν δὲ ταῦτα, καὶ πατοῦντες ἀδεῶς διετέλεσαν, ἑτέροις αὐτοὺς προστάγμασι προσέδησα καὶ προσήλωσα, ζωὴν μὲν αὐτοῖς οὐδεμίαν δυναμένοις παρέχειν, τῇ δὲ περὶ αὐτὰ φυλακῇ τε καὶ ἀσχολίᾳ τὴν τῶν ἀναγκαίων νόμων ἐκείνων παράβασιν παύονται. Αἰνίττεται δὲ διὰ τούτων τὰς περὶ λέπρας, καὶ ὀστέου νεκροῦ, καὶ θνησιμαίου, καὶ γονοῤῥυοῦς, καὶ τῶν ἄλλων τῶν τοιούτων ἐντολὰς, καὶ τὰ συχνὰ διὰ ταῦτα περιῤῥαντήρια, καὶ τὰς ὑπὲρ τούτων προσφερομένας θυσίας· περὶ γὰρ τῶν τοιούτων εἱλούμενοι φυλακὴν, οὐκ ἔθ' ὁμοίως τῶν ἀναγκαίων ἐκείνων καὶ ὠφελίμων καταφρονεῖν ἠδύναντο νόμων· διὰ τοῦτο οὐκ ἔφη δεδωκέναι αὐτοῖς προστάγματα κακὰ, ἀλλ' οὐ καλά. Οὔτε γὰρ κακίαν ἐδίδασκεν, οὔτε ἀρετῆς αὐτὰ καθ' ἑαυτὰ ποιητικὰ ὄντα ἐτύγχανεν, ἀλλὰ συχνῶς φοιτᾷν εἰς τὸν θεῖον νεὼν, καὶ τῷ Θεῷ προσεδρεύειν ἠνάγκαζεν. Ὁ γὰρ μεμιάνθαι πιστεύων ἐπὶ τὴν κάθαρσιν ἔτρεχεν, ἀφικνούμενος δὲ μνήμην ἐλάμβανε τοῦ Θεοῦ. Αὕτη δὲ ἡ μνήμη τὴν δυσσεβῆ γνώμην ἐξώριζε, καὶ τοὺς θείους νόμους φυλάττειν ἀνέπειθεν· αὐτὰ τοίνυν καθ' ἑαυτὰ, οὐ καλά· οὐ γὰρ τῷ θείῳ συνέβαινε σκοπῷ, ἀλλὰ τῇ τῶν νομοθετουμένων ἥρμοττεν ἀσθενείᾳ· οὐ καλὰ δὲ ὅμως αὐτὰ, οὐδὲ ἀναγκαῖα, ἦγεν δὲ ἐπὶ τὰ καλὰ καὶ ἀναγκαῖα. Τούτοις ἐπάγει· κϛʹ. Καὶ μιανῶ αὐτοὺς ἐν τοῖς δόμασιν, ἐν τῷ διαπορεύεσθαί με πᾶν διανοῖγον μήτραν, ὅπως ἀφανίσω αὐτοὺς, ἵνα γνῶσιν ὅτι ἐγὼ Κύριος. Τοῦτο ἔοικε τῷ διὰ τοῦ μακαρίου Δαβὶδ ὑπὸ τοῦ Θεοῦ εἰρημένῳ· «Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ