Ancient Greek · ~5 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.496
Not analysed yet
ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΦΗΤΕΙΑΣ ΤΟΥ ΘΕΙΟΥ ΙΕΡΕΜΙΟΥ. ΠΡΟΛΟΓΟΣ. Ἐγὼ μὲν ᾤμην τὴν Ἱερεμίου τοῦ θείου προφητείαν ἑρμηνείας μὴ δεῖσθαι. Ἐπειδὴ δὲ πολλοί με τῶν σπουδαίων ἐπήγγειλαν καὶ ταύτην ἑρμηνεῦσαι τὴν βίβλον, φήσαντες ἀγνοεῖν τοὺς πλείστους τὴν τῆς προφητείας διάνοιαν· τὴν θείαν χάριν γενέσθαι συνεργὸν ἱκετεύσας, πειράσομαι πληρῶσαι τὸ κελευσθέν. Συντομίας δὲ ὡς ἔνι μάλιστα φροντιῶ· καὶ τῶν μὲν σαφεστέρων παράφρασιν ἐν κεφαλαίῳ ποιήσομαι· τὰ δέ γε ἐπεξεργασίας δεόμενα ἀναπτύξαι σπουδάσω. Πρῶτον μέντοι τῆς προφητείας τὴν ὑπόθεσιν φράσω. ΤΟΜΟΣ Αʹ. ΠΡΟΘΕΩΡΙΑ. Ἰωσίας ὁ βασιλεὺς πατέρα μὲν ἔσχε δυσσεβῆ τὸν Ἀμὼς, καὶ προπάτορα τὸν Μανασσῆ, τῆς τοῦ πατρὸς δυσσεβείας γεγενημένον διδάσκαλον αὐτὸς δὲ τὴν ἐναντίαν ἐκείνοις ὁδεύσας, τῆς τῶν εὐσεβῶν μερίδος ἐγένετο· ἔσχε δὲ παῖδας, τὴν μὲν τοῦ πατρὸς οὐ ζηλώσαντας ἀρετὴν, τὴν δὲ τῶν προγόνων μιμησαμένους ἀσέβειαν. Ταῦτα τοίνυν προειδὼς ὁ τῶν ὅλων Θεὸς, ἐν τῷ τρισκαιδεκάτῳ ἔτει τῆς Ἰωσίου βασιλείας προχειρίζεται τὸν προφήτην, καὶ προαγορεῦσαι κελεύει τὰς ἐσομένας τῇ τε πόλει καὶ τῷ λαῷ συμφοράς. Ταῦτα δὲ προθεσπίζων διετέλεσεν, οὐ μόνον τὸν ὑπόλοιπον τοῦ Ἰωσίου χρόνον, ἀλλὰ καὶ ἐπὶ Ἰωάχαζ, ὃς υἱὸς ὢν τοῦ Ἰωσίου τὴν βασιλείαν διεδέξατο, καὶ ἐπὶ Ἰωακεὶμ, ὃς τούτου μὲν ἦν ἀδελφὸς, τοῦ δὲ Ἰωσίου υἱός· καὶ μέντοι καὶ ἐπὶ Ἰεχονίου, ὃς τοῦ μὲν Ἰωακεὶμ υἱὸς ὑπῆρχεν, ἔγγονος δὲ τοῦ Ἰωσίου· ὡσαύτως δὲ καὶ ἐπὶ Σεδε-