Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.497
Not analysed yet
κίου, ὃς καὶ αὐτὸς ἔσχε τὸν Ἰωσίαν πατέρα· ὡς εἶναι πάντα τῆς προφητείας τὸν χρόνον δύο καὶ τεσσαράκοντα ἐτῶν, ὀλίγων μηνῶν δέοντα. Προαγορεύει δὲ καὶ τὴν ὑπὸ Βαβυλωνίων γεγενημένην πολιορκίαν, καὶ τὸν ἐπισκήψαντα λιμὸν, καὶ τῆς Ἱερουσαλὴμ τὴν ἀνάστασιν, καὶ τὸν ἐμπρησμὸν τοῦ θείου νεὼ, καὶ τοῦ λαοῦ τὸν ἀνδραποδισμόν. Προθεσπίζει δὲ καὶ τῶν αἰχμαλώτων ἐπάνοδον, καὶ τῶν Βαβυλωνίων τὸν ὄλεθρον, καὶ μέντοι καὶ ἄλλων ἐθνῶν παμπόλλων τὰς παντοδαπὰς τιμωρίας· προλέγει δὲ καὶ τῆς Καινῆς Διαθήκης τὴν δόσιν, καὶ τῆς Παλαιᾶς τὴν παῦλαν, καὶ τῶν ἐθνῶν τὴν κλῆσιν, καὶ τὴν ἐσομένην τῆς οἰκουμένης σωτηρίαν. ΚΕΦΑΛ. Αʹ. αʹ. Τὸ ῥῆμα τοῦ Θεοῦ, ὃ ἐγένετο ἐπὶ Ἱερεμίαν, τὸν τοῦ Χελκίου, ἐκ τῶν ἱερέων, ὃς κατῴκει ἐν Ἀναθώθ. Διπλῆς ὁ προφήτης μετέλαχε χάριτος, ἱερατικῆς καὶ προφητικῆς· καὶ τὴν μὲν ἐκ τοῦ γένους εἵλκυσε· τὴν δὲ ἐκ τῆς ἄνωθεν ἔλαβε δωρεᾶς. Λέγει δὲ καὶ τὸν χρόνον τῆς προφητείας. βʹ. Ἐν ταῖς ἡμέραις γὰρ, φησὶν, Ἰωσίου υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα, ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ. Μέμνηται δὲ καὶ τῶν ἑξῆς βεβασιλευκότων, μέχρι τῆς ἐσχάτης πολιορκίας. Εἶτα καὶ τὰ εἰρημένα παρὰ τοῦ Θεοῦ τῶν ὅλων διδάσκει. δʹ, εʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε· καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε. Οὐκ ἄδικος ἡ ἐκλογή· προὔλαβε γὰρ ταύτην ἡ γνῶσις. Ἔγνω γὰρ, καὶ τότε ἡγίασεν. Ἐπειδὴ γινώσκει πάντα πρὶν γενέσεως αὐτῶν. Τὸ δὲ ἡγίασα, ἀντὶ τοῦ ἀφώρισα τέθεικεν Εἶτα λέγει καὶ τὴν χρείαν, δι' ἣν αὐτὸν ἐξελέξατο. «Προφήτην εἰς ἔθνη τέθεικά σε.» Οὐ γὰρ μόνον τὰ Ἰουδαίων, ἀλλὰ καὶ τὰ τῶν ἄλλων ἐθνῶν προθεσπίζει. ϛʹ. Καὶ εἶπον, ὁ ὢν Δέσποτα Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι. Ἐπ-