Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.712
Not analysed yet
προτέρας ἥττης προεθέσπισεν ὁ προφήτης. Ἐν δὲ τοῖς ἑξῆς προλέγει τὴν εἰς Αἴγυπτον Ναβουχοδονόσορ στρατιὰν, καὶ παρεγγυᾷ μηνυθῆναι τὴν πρόῤῥησιν τῇ Μαγδώλῳ, καὶ τῇ Μέμφει, καὶ τῇ Ταφνὰς, καὶ μέντοι καὶ πάσῃ τῇ Αἰγυπτίων βασιλείᾳ, καί φησιν· «Ἐπίστηθι, καὶ ἑτοίμασον σεαυτὴν, ὅτι κατέφαγεν ἡ μάχαιρα τὴν σμίλακά σου.» Ὁ Σύρος τὴν σμίλακα, «τὰ ἐν κύκλῳ σου» ἡρμήνευσε· ταυτὸ δὲ τοῦτο καὶ ἡ σμίλαξ αἰνίττεται· βοτάνη γάρ ἐστι συμπλεκομένη τοῖς παραφυομένοις φυτοῖς· τροπικῶς τοίνυν τοὺς ἐπικούρους τῶν Αἰγυπτίων οὕτως ὠνόμασεν, ὧν τὴν ἧτταν καὶ τὴν φυγὴν προεθέσπισε. ιεʹ. Διότι ἔφυγεν ὁ Ἄπις, ὁ μόσχος σου ὁ ἐκλεκτὸς, καὶ οὐκ ἔμεινε. «Μόσχον ἐκλεκτὸν» τὸν Ἄπιν λέγει· βοῦς δὲ ἦν οὗτος, παρ' αὐτῶν τρεφόμενος καὶ προσκυνούμενος· διδάσκει τοίνυν ὁ προφητικὸς λόγος τὴν αἰτίαν τῆς ἥττης· μόσχον γὰρ θεοποιοῦντες, καὶ τούτῳ θαῤῥοῦντες, ἐπικουρίας οὐκ ἔτυχον. «Ὅτι Κύριος παρέλυσεν αὐτόν.» Τουτέστι τὸν μόσχον. Παρέλυσε δὲ καὶ τὸν ἐν ἐκείνῳ ἐνεργοῦντα, καὶ τοὺς ἀνθρώπους πλανῶντα. ιϛʹ. Καὶ τὸ πλῆθός σου ἠσθένησε, καὶ ἔπεσε. Λέγει δὲ καὶ τὴν ἐπισκήψασαν αὐτοῖς δειλίαν, καὶ ὅτι ἀλλήλους προέτρεπον εἰς φυγὴν, δεδιότες τοὺς πολεμίους, καὶ τοὺς ἐκείνων ἐπικούρους. «Ἀναστῶμεν γὰρ, φησὶ, καὶ ἀποστρέψωμεν εἰς τὸν λαὸν ἡμῶν, καὶ εἰς τὴν πατρίδα ἡμῶν, ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς.» Εἰκὸς μὲν καί τινας τῶν Ἑλλήνων τῷ Βαβυλωνίων βασιλεῖ συστρατεῦσαι· ἡγοῦμαι δὲ, ὅτι κατ' αὐτὸν καὶ τῶν Μακεδόνων προλέγει τὴν δυναστείαν· ὁ γὰρ Ἀλέξανδρος τῶν Αἰγυπτίων καταλύσας τὴν βασιλείαν Μακεδόσι δουλεύειν ἠνάγκασε. ιζʹ. Καλέσατε τὸ ὄνομα Φαραὼ Νεχαὼ βασιλέως Αἰγύπτου Σαὼν ἐεβεὶρ ἐμωήδ. Ταῦτα δὲ ὁ Σύρος οὕτως ἡρμήνευσε· «Καλέσατε τὸ ὄνομα αὐτοῦ, ταράττων, καὶ καιροὺς παραφέρων·» πάλαι γὰρ ἰσχυρὰ ἦν τῶν Αἰγυπτίων ἡ βασιλεία, καὶ τὰ πελάζοντα διετάραττεν ἔθνη, καὶ πολλῶν εὐπραξίαν εἰς δυσπραγίαν μετέβαλε. ιηʹ. Ζῶ ἐγὼ, λέγει Κύριος ὁ Θεὸς, ὁ βασιλεὺς τῶν δυνάμεων ὄνομα αὐτῷ. Καὶ τὸ ἀΐδιον αὐτοῦ καὶ τὸ δυνατὸν, κατὰ ταυτὸν ἡμᾶς ἐδίδαξεν. «Ὅτι ὥσπερ ἐστὶ τὸ Θαβὼρ ἐν τοῖς ὄρεσι, καὶ ὡς Κάρμηλος ἐν τῇ θαλάσσῃ, οὕτως ἥξει.» Ἀντὶ τοῦ, Μὴ