Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.709
Not analysed yet
εʹ. Τί ὅτι αὐτοὶ πτοοῦνται, καὶ ἀποχωροῦσιν ὀπίσω; Διότι οἱ ἰσχυροὶ αὐτῶν κοπήσονται. Φυγῇ ἔφυγον, καὶ οὐκ ἀνέστρεψαν περιεχόμενοι κυκλόθεν, λέγει Κύριος. Εἶτα προστακτικῶς· ϛʹ. Μὴ φευγέτω ὁ κοῦφος, καὶ μὴ ἀνασωζέσθω ὁ ἰσχυρὸς ἐπὶ βοῤῥᾶν· τὰ πρὸς Εὐφράτην ἠσθένησαν, καὶ πεπτώκασιν. Ἔπειτα τῆς προτέρας εὐπραξίας ἀναμιμνήσκει· ζʹ, ηʹ. Τίς οὗτος ὡς ποταμὸς ἀναβήσεται, καὶ ὡς ποταμοὶ κυμαίνει τὰ ὕδατα αὐτοῦ, Αἴγυπτος ὡς ποταμὸς ἀναβαίνων, καὶ ὡς ποταμὸς ἐκταράσσει τὰ ὕδατα αὑτῆς. Ἐπιδείκνυσι δὲ αὐτῆς καὶ τοὺς ἀλαζονικοὺς λόγους. «Καὶ εἶπεν, Ἀναβήσομαι, καὶ κατακαλύψω γῆν, καὶ ἀπολῶ πόλιν, καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ.» Καὶ διδάσκων, ὡς οὐ συμβαίνει τὰ πράγματα τῇ φαντασίᾳ τῶν λογισμῶν, εἰρωνικῶς φησιν· θʹ. Ἐπίβητε ἐπὶ τοὺς ἵππους, παρασκευάσατε τὰ ἅρματα, ἐξέλθετε, οἱ μαχηταί. Λέγει δὲ τῶν Αἰγυπτίων τοὺς ἐπικούρους. «Αἰθίοπες καὶ Λίβυες καθωπλισμένοι ὅπλοις, καὶ Λυδοὶ ἀνάβητε, ἐκτινάξατε τόξον.» Εἶτα διδάσκει ὡς τοῦ Θεοῦ νεύοντος καταλύεται τῶν Αἰγυπτίων τὸ θράσος. ιʹ. Καὶ ἡ ἡμέρα ἐκείνη τῷ Κυρίῳ τῷ Θεῷ ἡμῶν ἡμέρα ἐκδικήσεως, τοῦ ἐκδικῆσαι τοὺς ἐχθροὺς αὑτοῦ· καὶ καταφάγεται ἡ μάχαιρά μου κρέατα, καὶ ἐμπλησθήσεται, καὶ μεθυσθήσεται ἀπὸ τοῦ αἵματος αὐτῶν. Δηλοῖ δὲ διὰ τούτων τῶν ἀνῃρημένων τὸ πλῆθος. «Ὅτι θυσία τῷ Κυρίῳ Σαβαὼθ ἀπὸ γῆς βοῤῥᾶ ἐπὶ ποταμῷ Εὐφράτῃ.» Ἐπειδὴ δίκας τῆς ἀσεβείας ἔδωκαν οἱ Αἰγύπτιοι καὶ τοῦ Θεοῦ βουληθέντος ἀνῃρέθησαν, διὰ τοῦτο θυσίαν κέκληκε τὴν ἐκείνων σφαγήν. ιαʹ. Ἀνάβηθι Γαλαὰδ, καὶ λάβε ῥητίνην παρθένῳ θυγατρὶ Αἰγύπτου. Καὶ οἱ τοῦ Ἰωσὴφ ἀδελφοὶ ῥητίνην καὶ στακτὴν ἀπεκόμισαν εἰς τὴν Αἴγυπτον. Ἡ δὲ ῥητίνη δένδρων ἐστὶ δάκρυον εἰς φάρμακα ἐπιτήδειον· γεωργεῖ δὲ μάλιστα ταύτην ἡ Γαλαάδ· εἴρηκε δὲ ταῦτα κατ' εἰρωνείαν, δεικνὺς τὸ τοῦ πάθους ἀνήκεστον. Τοῦτο γὰρ δηλοῖ καὶ τὰ ἑξῆς. «Εἰς κενὸν ἐπλήθυνας ἰάματά σου· ὠφέλεια οὐκ ἔστιν ἐν σοί.» Καὶ δεικνὺς τὸ μέγεθος τῆς πληγῆς, ἐπήγαγεν· ιβʹ. Ἤκουσαν ἔθνη φωνῆς σου, καὶ τῆς κραυγῆς σου ἐπλήσθη ἡ γῆ, ὅτι μαχητὴς πρὸς μαχητὴν ἠσθένησεν· ἐπὶ τὸ αὐτὸ ἔπεσαν ἀμφότεροι. Προηγόρευκε διὰ τούτων καὶ τὴν ἐσομένην τῶν νενικηκότων κατάλυσιν. Ταῦτα μενοῦν περὶ τῆς