Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.716
Not analysed yet
φήτης, ὅτε καὶ τοὺς λίθους κατέκρυψεν ἐν τοῖς προπυλαίοις τῶν βασιλείων κεʹ. Ἰδοὺ ἐκδικῶ ἐγὼ τὸν Ἀμμῶνα υἱὸν αὐτῆς. Ἀμμῶνα καλοῦσι τὸν Δία οἱ Αἰγύπτιοι· ἀφ' οὗ καὶ χώρα Ἀμμωνιακὴ προσηγορεύθη· τούτῳ μέγιστον κατεσκεύασαν τέμενος. Υἱὸν δὲ αὐτῆς τὸν Ἀμμῶνα ὀνομάζει, ὡς παρ' αὐτῆς θεοποιηθέντα· χειροποίητον γὰρ τὸ ἄγαλμα. Ἀπειλεῖ τοίνυν καὶ τὸν Ἀμμὼν τὸ εἴδωλον παραδώσειν Βαβυλωνίοις, καὶ μέντοι καὶ τοὺς ἄλλους αὐτῶν θεούς· τοῦτο γὰρ λέγει· «Καὶ ἐπὶ Φαραὼ, καὶ ἐπ' Αἴγυπτον, καὶ ἐπὶ τοὺς θεοὺς αὐτῆς, καὶ ἐπὶ τοὺς βασιλεῖς αὐτῆς· καὶ ἐπὶ Φαραὼ καὶ ἐπὶ τοὺς πεποιθότας ἐπ' αὐτόν.» Πάντων, φησὶ, κατὰ ταυτὸν περιγενήσονται οἱ πολέμιοι, καὶ τοῦ βασιλέως, καὶ τῶν ἀρχόντων, καὶ τῶν εἰδώλων, καὶ τῶν ἐπικούρων· παραδοθεῖσα μέντοι τῷ Βαβυλωνίων βασιλεῖ, τὴν προτέραν ἀνακτήσεται δυναστείαν. κϛʹ. Μετὰ ταῦτα γὰρ, φησὶν, ἠρεμήσει κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν, λέγει Κύριος. Μετὰ ταῦτα καὶ τῷ Ἰσραὴλ τὰ θυμήρη προλέγει, καὶ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον προθεσπίζει. Προαγορεύει δὲ καὶ τῶν Βαβυλωνίων τὸν ὄλεθρον. κηʹ. Καὶ σὺ γὰρ, φησὶ, μὴ φοβοῦ, παῖς μου Ἰακὼβ, λέγει Κύριος, ὅτι μετὰ σοῦ εἰμὶ ἐγώ· ὅτι ποιήσω συντέλειαν ἐν παντὶ ἔθνει, εἰς ὃ εἰσάξω σε ἐκεῖ. Σὲ δὲ οὐ μὴ ποιήσω ἐκλιπεῖν, καὶ παιδεύσω σε εἰς κρῖμα, καὶ ἀθῶον οὐκ ἀθωώσω σε. Ἰατρικήν σοι παιδείαν ἀνάξω· τοῦτο γὰρ λέγει, «παιδεύσω σε εἰς κρῖμα, καὶ ἀδέκαστον οὐκ ἐάσω.» Τοῦτο γὰρ δηλοῖ, «Καὶ ἀθῶον οὐκ ἀθωώσω σε.» ΚΕΦΑΛΑΙΟΝ ΜΖʹ. Ἐντεῦθεν ἐπὶ τοὺς ἀλλοφύλους μεταφέρει τὴν προφητείαν· ἀλλοφύλους δὲ καλεῖ τοὺς τὴν Ἀσκάλωνα, καὶ τὴν Γάζαν, καὶ τὴν Ἄζωτον, καὶ τὴν Γὲθ, καὶ τὴν Ἄκκαρον οἰκοῦντας. Λέγει δὲ γεγενῆσθαι τὴν πρόῤῥησιν πρὸ τοῦ πατάξαι Φαραὼ τὴν Γάζαν, καὶ ἀπεικάζει χειμάῤῥῳ πλημμυροῦντι τῶν Βαβυλωνίων τὴν στρατιάν· ὑπὸ δὲ τούτου κατακλυζομένας τὰς πόλεις, καὶ διαφθειρομένους τοὺς ἐνοικοῦντας, καὶ ὀλολυγῇ χρωμένους, καὶ οὐδὲ τῶν ὅπλων καὶ τῶν ἁρμάτων τὸν κτύπον φέρειν ἀνεχομένους· διδάσκει δὲ, ὅτι καὶ τῆς φύσεως διὰ τὸ δέος ἐπελάθοντο πατέρες, καὶ τῶν υἱῶν ἠμέλησαν. «Οὐκ ἐπέστρεψαν γὰρ, φησὶ, πατέρες ἐπὶ υἱοὺς αὑτῶν, ἀπὸ ἐκλύσεως χειρῶν αὑτῶν.» δʹ. Ἐν τῇ ἡμέρᾳ τῇ ἐρχομένῃ, τοῦ ἀπολέσαι πάντας ἀλλοφύλους. Προλέγει δὲ καὶ Τυρίοις καὶ Σιδωνίοις, ὡς εἰς ἐπικουρίαν τούτων ἐληλυθόσι,