Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.717
Not analysed yet
τὸν ὄλεθρον. «Ἀφανιῶ γὰρ, φησὶ, Τύρον, καὶ Σιδῶνα, καὶ τοὺς καταλοίπους τῆς βοηθείας αὐτῶν· ὅτι ἐξολοθρεύσει Κύριος τοὺς ἀλλοφύλους τοὺς καταλοίπους τῶν νήσων, καὶ Καππαδοκίας.» Καὶ τοὺς ἄλλους προφήτας ἑρμηνεύσαντες, ἐδείξαμεν ὡς ἄποικοι Κυπρίων καὶ Καππαδοκῶν ᾤκησαν πάλαι τὴν Παλαιστίνην. εʹ. Ἥκει φαλάκρωμα ἐπὶ Γάζαν. Ἀντὶ τοῦ, τῆς πάλαι περιφανείας ἀφαιρεθήσῃ· δηλοῖ δὲ πολλάκις καὶ τὸ πένθος. Ἀπόκειραι γὰρ, φησὶ, τὴν κεφαλήν σου, καὶ ἀνάλαβε ἐπὶ χειλέων θρῆνον. «Ἀπεῤῥίφη Ἀσκάλων, καὶ τὰ λοιπὰ τῶν Ἐνακίμ.» Ἀπόγονοι δὲ ἐκείνου τὴν Ἀσκαλωνίαν ᾤκησαν. Ἕως πότε συστραφήσεσθε; (ϛʹ.) Ἕως τίνος κόψει ἡ μάχαιρα τοῦ Κυρίου; «Μάχαιραν Κυρίου» τὸν Ναβουχοδονόσορ ἐκάλεσεν· αὐτοῦ γὰρ συγχωροῦντος, ἐκεῖνα εἰργάζετο, καὶ δι' ἀλλήλων οἱ δυσσεβεῖς δίκας τῆς ἀσεβείας ἐτίννυον. «Ἀποκατάστηθι εἰς τὸν κολεόν σου· ἀνάπαυσαι, καὶ ἐπάρθητι.» Καὶ δεικνὺς τίς ὁ ἐνεργεῖν κελεύσας, ἐπήγαγε· ζʹ. Καὶ Κύριος ἐνετείλατο αὐτῇ ἐπὶ τὴν Ἀσκάλωνα, καὶ ἐπὶ τὰς παραθαλασσίους, καὶ ἐπὶ τὰς καταλοίπους πορευθῆναι. Τῇ μέντοι προσωποποιΐᾳ κέχρηται, σαφέστερον διδάσκων, ὡς οὐκ ἀκυβέρνητος ἡ κτίσις, ἀλλ' ὁ ταύτης ποιητὴς τοῖς πᾶσιν ἐφέστηκε, καὶ ποτὲ μὲν αὐτοῖς χορηγεῖ τῶν ἀγαθῶν τὴν ἀφθονίαν, ποτὲ δὲ συγχωρεῖ συμφοραῖς περιπίπτειν. ΚΕΦΑΛΑΙΟΝ ΜΗʹ. Ὁ δὲ προφήτης ἐπὶ τὴν Μωὰβ μεταφέρει τὴν πρόῤῥησιν. αʹ. Τῇ Μωὰβ οὕτως εἶπε Κύριος τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραήλ· Οὐαὶ ἐπὶ Νεβὼ, ὅτι ἀπώλετο· ἑάλω. Τοῦτο εἴδωλον ἦν, καὶ μέμνηται αὐτοῦ Ἡσαΐας ὁ προφήτης· λέγει δὲ οὕτως· «Ἔπεσε Βὴλ, συνετρίβη Νεβών·» ἔστι δὲ καὶ πόλις ἐπώνυμος τοῦ εἰδώλου. Ἐλήφθη Καριαθέμ· κατῃσχύνθη καὶ ἡττήθη Μασιγάθ. (βʹ.) Οὐκ ἔστιν ἔτι ἰατρεία Μωὰβ, γαυρίαμα ἐν Ἐσεβών. Πόλεις ἦσαν λαμπραὶ, ἐφ' αἷς μέγα ἐφρόνουν οἱ Μωαβῖται. «Ἐλογίσαντο ἐπ' αὐτὴν κακά· Δεῦτε, ἐκκόψωμεν αὐτὴν ἀπὸ ἔθνους, καὶ παῦσιν παύσεται.» Εἶτα διδάσκει, ὡς οὐδὲ φεύγοντες τῆς σωτηρίας ἀπολαύσονται. «Ὄπισθέν σου βαδιεῖται μάχαιρα.» Τοῦτο δὲ τοὺς διώκοντας δηλοῖ.