Ancient Greek · ~6 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.805
Not analysed yet
τῶν θεμελίων αὐτῆς.» Καὶ γὰρ ἀδελφοὶ ὄντες, καὶ γειτονεύοντες, εἰρηνεύειν μὲν οὐκ ἐβούλοντο, τὸ δὲ προγονικὸν διεφύλαξαν μῖσος. κβʹ. Ἐξέλιπεν ἀνομία σοῦ, θύγατερ Σιών· οὐ προσθήσει τοῦ ἀποικίσαι σε ἔτι· ἐπεσκέψατο ἀνομίαν σου, θύγατερ Ἐδὼμ, ἀπεκάλυψεν ἐπὶ τὰ ἀσεβήματά σου. Τῇ μὲν Σιὼν προηγόρευσε τὰ χρηστά, τἀναντία δὲ τῇ Ἰδουμαίᾳ· ἐπ' αὐτῆς γὰρ ἔφη τὴν τιμωρίαν χωρήσειν. Ἀληθὲς δὲ καὶ τὸ, «Οὐ προσθήσει τοῦ ἀποικίσαι σε ἔτι.» Παντελῶς γὰρ οἱ ἀνδραποδίσαντες κατελύθησαν, καὶ ὑπὸ τὴν Περσῶν δυναστείαν ἐγένοντο. Ὁ μὲν οὖν προφήτης τοῦτο τοῖς θρήνοις τὸ τέλος ἐπέθηκεν· ἡμεῖς δὲ τὸν δεδωκότα στόμα ἀνθρώπῳ, καὶ διδάσκοντα ἄνθρωπον γνῶσιν ὑμνοῦμεν, ὅτι καὶ τοῦδε τοῦ προφήτου δήλην τὴν διάνοιαν, ὡς ἦν ἡμῖν ἐφικτὸν, πεποιήκαμεν, καὶ ταῖς ἄλλαις προφητικαῖς βίβλοις προστεθείκαμεν καὶ τήνδε τὴν ἑρμηνείαν, ὡς μηδὲ μίαν διὰ τὴν αὐτοῦ χάριν προφητείαν καταλιπεῖν ἀνερμήνευτον. Τοὺς δέ γε ἐντευξομένους παρακαλῶ, δέξασθαι μὲν τὰ εὖ καὶ καλῶς εἰρημένα· εἰ δέ τι ἐλλείπει, συγγνῶναι. Ἄνθρωποι γὰρ ὄντες, καὶ τῆς τελειότητος ἀποδέοντες, τὴν οἰκείαν εἰσηνέγκαμεν προθυμίαν, ὠφέλειάν τινα τοῖς φιλοθέοις καὶ φιλοπόνοις πορίζοντες, οὓς ἀντιδοῦναι παρακαλοῦμεν τῷ πόνῳ τῆς ἑρμηνείας τῆς προσευχῆς τὴν βοήθειαν· ἵν' ὑπὸ ταύτης ἐρειδόμενοι τὸ λειπόμενον τῆς ζωῆς ἐξανύσωμεν, ἔργοις καὶ λόγοις καὶ λογισμοῖς τὸν Θεὸν καὶ Σωτῆρα καὶ Κύριον ἡμῶν θεραπεύοντες, μεθ' οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει, καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.