Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.804
Not analysed yet
ἐπικουρίᾳ θαῤῥήσαντες, ἐψεύσθημεν τῆς ἐλπίδος. Εἶτα τὴν τῶν πολεμίων ὠμότητα δείκνυσιν· οὔτε γὰρ γῆρας φειδοῦς, οὔτε μὴν αἰδοῦς ἱερωσύνην ἠξίωσαν. ιηʹ. Ἐθηρεύσαμεν μικροὺς ἡμῶν, τοῦ μὴ εἰσπορεύεσθαι ἐν ταῖς πλατείαις ἡμῶν. Ὁ δὲ Σύρος «ἐθήρευσαν» ἡρμήνευσεν· καὶ ἔχει τὸ ἀκόλουθον λόγος· οἱ γὰρ πολέμιοι μετὰ τῶν γεγηρακότων καὶ τοὺς νέους ἐθήρευσαν. Ταῦτα δὲ, φησὶν, ὑπεμείναμεν, «ὅτι ἤγγικεν ὁ καιρὸς ἡμῶν, ἐπληρώθησαν αἱ ἡμέραι ἡμῶν.» Ἔδειξεν ὁ λόγος, ὡς σταθμῷ καὶ μέτρῳ κεχρημένος ὁ τῶν ὅλων Θεὸς καὶ μακροθυμεῖ καὶ κολάζει. Ὅταν γὰρ τῇ μακροθυμίᾳ χρησάμενος καταφρονοῦντας θεάσηται, τὴν τιμωρίαν ἐπιφέρει, ἵνα παύσῃ τὴν ἁμαρτίαν. Εἶτα διδάσκει, ὡς ἡ τῶν πολεμίων ταχύτης ἐνίκησε καὶ τῶν ἀστῶν τὴν κουφότητα. Προλέγει δὲ τὸ σωτήριον πάθος· κʹ. Πνεῦμα προσώπου ἡμῶν Χριστὸς Κύριος, συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν, ᾧ εἴπαμεν, Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν. Εἰπάτωσαν οἱ Ἰουδαῖοι, τίνα καλεῖ Χριστὸν ὁ προφητικὸς λόγος; τίς δὲ τῶν παρ' αὐτοῖς κληθέντων χριστῶν, ἢ βασιλεὺς, ἢ προφήτης, ἢ ἱερεὺς, Κύριος ὠνομάσθη; ἀλλ' οὐκ ἂν ἔχοιεν δεῖξαι, καίτοι πολλῇ κεχρημένοι ψευδολογίᾳ. Δῆλον τοίνυν, ὡς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν προεθέσπισεν ὁ προφήτης, συλληφθέντα παρ' αὐτῶν διὰ τὴν τῆς ἀσεβείας αὐτῶν διαφθοράν. Τούτους δὲ ἐν τῇ σκιᾷ οἱ προφῆται ζήσεσθαι λέγουσι. Καὶ ἐπίστευον διὰ τῶν ἱερῶν ἀποστόλων, καὶ τῶν θείων αὐτῶν θεσπισμάτων κηρυττομένων τοῖς ἔθνεσι. Προΐδωμεν δὲ τὰ κατ' αὐτὸν, τοῦ παναγίου ἡμᾶς φωτίσαντος Πνεύματος. «Πνεῦμα, φησὶ, προσώπου ἡμῶν Χριστὸς Κύριος.» Ταύτην μέντοι τὴν προφητείαν ὁ προφήτης τοῖς θρήνοις ἐντέθεικε, τοὺς τηνικαῦτα Ἰουδαίους διδάσκων, ὡς διὰ τὸ μηδέπω τεχθῆναι τὴν τούτων ἐλπίδα, φειδοῦς τεύξονται, καὶ τῆς ἀνακλήσεως ἀπολαύσονται, καίτοι μέλλοντες σταυρῷ τὸν τῆς οἰκουμένης παραδώσειν Σωτῆρα. καʹ. Χαῖρε καὶ εὐφραίνου, θύγατερ Ἰδουμαίας, ἡ κατοικοῦσα ἐν γῇ Οὔζ· καί γε ἐπὶ σὲ ἐπελεύσεται, τὸ ποτήριον τοῦ Κυρίου, καὶ πίεσαι, καὶ μεθυσθήσῃ, καὶ ἀποχεεῖς. Ὑπερβολὴν αὐτοῖς κακῶν ὁ προφητικὸς προείρηκε λόγος· τοῦτο γὰρ δηλοῖ τὸ, «μεθυσθήσῃ, καὶ ἀποχεεῖς.» Καὶ ὁ θεσπέσιος δὲ Δαβὶδ περὶ αὐτῶν φησι, «Μνήσθητι, Κύριε τῶν υἱῶν Ἐδὼμ, τὴν ἡμέραν Ἱερουσαλήμ· τῶν λεγόντων, Ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως