Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1436
Not analysed yet
στὴς, ἤρξατο κηρύττειν καὶ λέγειν, «Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Οὗ δὴ χάριν καὶ ἡ προφητεία φησὶν, ὅτι «Κρατήσει ἀπὸ τοῦ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης.» Εἶτα καὶ ἑτέρωθεν τοῦτο ποιεῖ φανερόν. θʹ, ιʹ. «Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι· βασιλεῖς Ἀράβων καὶ Σαββὰ δῶρα προσάξουσι.» Θαρσεῖς τὴν Καρχηδόνα, τὴν τῆς Λιβύης προκαθημένην, καὶ ὁ μακάριος Ἡσαΐας καὶ ὁ θαυμάσιος Ἰεζεκιὴλ ὀνομάζουσι. Σαββὰ δὲ Αἰθιοπικὸν ἔθνος· ἀλλὰ Λίβυες μὲν οἱ καὶ Ἀφροὶ προσαγορευόμενοι, τὰ ἑσπέρια τῆς οἰκουμένης κατέχουσι τμήματα· Αἰθίοπες δὲ τὰ ἑῷα καὶ νότια· Ἄραβες δὲ τὴν μέσην ἤπειρον· οἱ δὲ νησιῶται τῆς θαλάσσης τὰ μέσα. Τούτους δὲ ἔφη προπεσεῖσθαι ἐνώπιον αὐτοῦ, καὶ προσοίσειν ὡς Θεῷ τὴν προσκύνησιν, καὶ δῶρα προσκομιεῖν ὡς βασιλεῖ· τοὺς δὲ ἐχθροὺς ὑποβληθήσεσθαι ταῖς κατὰ τοῦ ὄφεως γεγενημέναις ἀραῖς· «Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.» Ἐχθροὶ δὲ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, οἱ παμπόνηροι δαίμονες, καθ' ὧν ἔδωκε τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Ἐπειδὴ δὲ τριῶν ἢ τεττάρων ἐθνῶν ἐμνημόνευσε, καὶ αἰνιγματωδῶς τὴν τῶν ἐθνῶν ἁπάντων μεταβολὴν παρεδήλωσε, σαφέστερον τὸν λόγον ποιεῖ. ιαʹ. «Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς.» Οἱ μὲν κατὰ τὸν παρόντα βίον ἑκόντες· οἱ δὲ μετὰ τὴν ἀνάστασιν ἅπαντες. «Οὐδέπω γὰρ,» ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, «ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα,» ἀλλὰ τότε «κάμψει αὐτῷ πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων.» —»Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.» Συμβαίνει ταῦτα τῇ τοῦ πατριάρχου Ἰακὼβ προφητείᾳ, «Ὅτι αὐτὸς προσδοκία ἐθνῶν.» Ὁρῶμεν δὲ καὶ τὸ τῆς προῤῥήσεως τέλος· οὐδὲ γάρ ἐστιν ἔθνος τῶν εὐαγγελικῶν κηρυγμάτων ἀνήκοον· ἀλλ' εἰσὶν ἐν ἑκάστῳ οἱ τῆς θεογνωσίας τὴν αἴγλην δεξάμενοι. ιβʹ, ιγʹ. «Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου, καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός. Φείσεται πτωχοῦ καὶ πένητος, καὶ ψυχὰς πενήτων σώσει.» Προσκυνήσουσιν αὐτῷ ἅπαντες, τῆς πικρᾶς τοῦ διαβόλου τυραννίδος ἀπαλλαγέντες. Δυνάστην γὰρ αὐτὸν ὠνόμασε, πτωχὸν δὲ τὴν ἀνθρωπείαν φύσιν, ὡς ἔρημον γενομένην τηνικαῦτα Θεοῦ. Ἄλλως τε καὶ τοῖς θείοις αὑτοῦ νόμοις καταστέλλει τοὺς δυναστεύοντας, καὶ ταῖς τῆς γεέννης ἀπειλαῖς καταπλήττει, καὶ παρασκευάζει φειδώ τινα τῶν πενήτων ποιεῖσθαι. Τοῦτο γὰρ καὶ ἐπήγαγεν.