Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1433
Not analysed yet
ϛʹ. «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον· καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν.» Διὰ τούτων σαφῶς ἡμῖν τὴν ἀνθρωπείαν ὑπέδειξε γέννησιν ἀψοφητὶ γεγενημένην, καὶ λίαν ἡσύχως καὶ μυστικῶς. Καθάπερ γὰρ πόκος δεχόμενος ὑετὸν, οὐδένα κτύπον ἀποτελεῖ, καὶ ψεκάδες εἰς γῆν δροσώδεις φερόμεναι, αἴσθησιν ταῖς ἀκοαῖς οὐδεμίαν παρέχουσιν· οὕτως ἡ δεσποτικὴ γεγένηται σύλληψις· οὐδὲ τοῦ συνοικοῦντος αἰσθομένου μνηστῆρος. Ὕστερον γὰρ, μετὰ τὴν κύησιν ἀτοπίαν ὑποτοπήσας τινὰ, ἠβουλήθη λάθρα ἀπολῦσαι αὐτήν· ἀλλὰ δι' ἀγγέλου μεμάθηκεν ὡς πνευματικὸς ὁ τόκος, καὶ οὐκ ἀνθρώπινος. ζʹ. «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη.» Καὶ μαρτυρεῖ τοῖς λόγοις τὰ πράγματα· τῆς γὰρ προτέρας δυσσεβείας ἀπαλλαγεῖσα τῶν ἀνθρώπων ἡ φύσις, μετέμαθε τὴν εὐσέβειαν. Εἰ δὲ καί τινες τῶν πεπιστευκότων κατὰ τοὺς εὐαγγελικοὺς οὐ πολιτεύονται νόμους, ἀλλ' οὖν εἰσι μυριάδες ἀριθμοῦ κρείττους, καὶ ἐν στρατιώταις, καὶ ἐν ἰδιώταις, καὶ ἐν ἀστοῖς, καὶ ἐν χωριτικοῖς, ἀρετῆς πολλὴν φροντίδα ποιούμενοι. «Καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη.» Πάλαι μὲν γὰρ αἱ τοπαρχίαι, καὶ αἱ καθ' ἕκαστον ἔθνος διῃρημέναι βασιλεῖαι συχνοῖς πολέμοις ταλαιπωρούμεναι, τοῦ δώρου τῆς εἰρήνης ἀπολαύειν οὐκ εἶχον. Διηνεκῶς γὰρ τὸν ὁπλιτικὸν μετῄεσαν βίον· καὶ τούτους τοὺς πολέμους πολλοὶ καὶ Ῥωμαίων καὶ Ἑλλήνων συνέγραψαν. Διδάσκουσι δὲ ἡμᾶς καὶ αἱ τῶν Βασιλέων, καὶ αἱ τῶν Μακκαβαίων ἱστορίαι, ὅσα προὐξένουν αἱ τοπαρχίαι κακά. Μετὰ δὲ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, πέπαυται μὲν ἐκεῖνα, μία δὲ βασιλεία τῆς καθ' ἡμᾶς οἰκουμένης κρατεῖ, δι' ἣν εἰρήνη πολιτευομένη, τῷ θείῳ κηρύγματι δέδωκε τὴν ἰσχύν. Τὸ δὲ, «ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη,» ἀντὶ τοῦ, πάντα τοῦ παρόντος βίου τὸν χρόνον. Περιττὸν γὰρ περὶ τοῦ μέλλοντος λέγειν, καθ' ὃν εἰρήνη ἀληθὴς πολιτεύσεται. ηʹ. «Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης.» Ἀντὶ τοῦ, πάντων κρατήσει τῶν τερμάτων τῆς οἰκουμένης. Ἐπειδὴ γὰρ πέραν τῆς γῆς τὰ μεγάλα ἐστὶ καὶ ἄπλωτα πελάγη, ἅ τινες Ἀτλαντικὰ καλοῦσιν, ἢ ὠκεανὸν ἑσπέριον καὶ ἑῷον, εἰκότως τῆς οἰκουμένης τὸ κράτος ταῖς ἔξωθεν κυκλοῦσθαι θαλάσσαις ἐδήλωσε. Καὶ τοῦτο σαφέστερον ὁ μετὰ τοῦτον πεποίηκε στίχος. «Καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.» Ποταμὸν λέγει τὸν Ἰορδάνην, ἐν ᾧ βαπτισθεὶς ὁ Δεσπότης ὑπὸ τοῦ Πατρὸς ἐμαρτυρήθη, ὡς αὐτός ἐστιν ὁ ἀγαπητὸς Υἱὸς, ἐν ᾧ ηὐδόκησεν. Ἀπὸ τότε δὲ, φησὶν ὁ εὐαγγελι-