Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1440
Not analysed yet
ιζʹ. «Ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας· πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ.» Τὸ εὐλογημένον παρ' οὐδενὶ κεῖται. οὔτε ἐν τῷ Ἑξαπλῷ, οὔτε παρ' Ἑβραίοις. Δείκνυσιν αὐτὸν διὰ τῆς πρὸ, τοῦ ἡλίου καὶ τῆς σελήνης πρεσβύτερον· οὐ γὰρ ἁπλῶς πρὸ τοῦ ἡλίου διαμένει, ἀλλὰ γενεᾶς γενεῶν. [Τὸ δὲ γενεᾶς γενεῶν] καὶ ἐπὶ τοῦ ἡλίου καὶ ἐπὶ τῆς σελήνης τέθεικεν. Ἥλιος γὰρ καὶ σελήνη ὁμόχρονοι, κατὰ ταυτὸν γὰρ ἐγένοντο. «Εἶπε γὰρ, φησὶν, ὁ Θεὸς, Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ· καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους.» Εἰ τοίνυν πρὸ τῆς σελήνης γενεᾶς γενεῶν, καὶ πρὸ τοῦ ἡλίου. «Καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.» Ἐνταῦθα τῆς περὶ τὸν Ἀβραὰμ, καὶ τὸν Ἰσαὰκ, καὶ τὸν Ἰακὼβ ἐπαγγελίας ἐμνημόνευσε. Τοῖς γὰρ τρισὶ πατριάρχαις ὑπέσχετο ὁ Θεὸς εὐλογηθήσεσθαι, ποτὲ μὲν πάντα τὰ ἔθνη τῆς γῆς, ποτὲ δὲ τὰς φυλὰς τῆς γῆς. Διαφόρως δὲ πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν ὀνομάζει. Τοῦτο δὲ καὶ ὁ μακάριος Παῦλος ἑρμηνεύων ἔφη· «Τῷ δὲ Ἀβραὰμ ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ.» Οὐ λέγει. καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός. Καὶ μέντοι καὶ ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ· «Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται.» Περὶ τούτου καὶ ὁ προκείμενος προθεσπίζει ψαλμὸς, δι' αὐτοῦ λέγων πάσας εὐλογηθήσεσθαι τὰς φυλάς. «Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν.» Τὰ μὲν ὡς περὶ ἀνθρώπου, τὰ δὲ ὡς περὶ Θεοῦ, ὁ προφητικὸς διεξήλυθε λόγος. Εὑρίσκομεν τὸ μακάριος καὶ ἐπὶ τοῦ Θεοῦ κείμενον· «Ὁ μακάριος, φησὶ, καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.» Πάντα γὰρ, φησὶ, τὰ ἔθνη μακάριον αὐτὸν, καὶ ὕμνων ἄξιον ὀνομάζει. Εἶτα σαφέστερον ὁ προφήτης τὴν κεκρυμμένην αὐτοῦ διδάσκων θεότητα ἐπήγαγεν· ιηʹ. «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὁ