Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1441
Not analysed yet
ποιῶν θαυμάσια μόνος.» Οὗτος γὰρ, φησὶν, αὐτὸς ὁ προφητευόμενος, καὶ τὰς προειρημένας θαυματουργίας ἐπιτελέσων, αὐτός ἐστι καὶ τοῦ Ἰσραὴλ Θεὸς, καὶ τῶν ἁπάντων Δεσπότης. ιθʹ. «Καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Διὸ προσήκει παρὰ πάντων αὐτὸν ὑμνεῖσθαι. Εἰ γὰρ τὴν φύσιν αὐτοῦ ὡς ἀνέφικτον ἀγνοοῦμεν, ἀλλὰ τὸ σωτήριον αὐτοῦ ἐδιδάχθημεν ὄνομα. «Καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Γένοιτο, γένοιτο.» Ἃ πολλάκις διὰ παντὸς προηγόρευσε τοῦ ψαλμοῦ, ταῦτα καὶ πληρώσας τὴν προφητείαν τέθηκε, βεβαιοτέραν τὴν πρόῤῥησιν ἐργαζόμενος. Λέγει δὲ ὅτι καὶ ἐν πάσῃ τῇ γῇ δῆλος ἔσται, καὶ γνώριμος ὡς Θεός ἐστι καὶ τῶν ὅλων Δεσπότης, καὶ τὸ παρὰ πάντων δέξεται σέβας, ταῖς τῆς θεογνωσίας αὐτοῦ καταυγάσας ἀκτῖσιν. Τοῦτο δὲ διὰ τῆς τοῦ Πνεύματος χάριτος ὁ προφήτης μεμαθηκὼς, καὶ πυρσευθεὶς τῷ πόθῳ, ἐπεύχεται γενέσθαι, καὶ πέρας τὴν προφητείαν λαβεῖν. Διὸ καὶ ἐπιλέγει, Γένοιτο, γένοιτο· ἢ κατὰ τὸν Ἀκύλαν Πεπιστωμένως, [πεπιστωμένως,] ἀντὶ τοῦ, ἀψευδῆ καὶ ἀληθῆ τὰ εἰρημένα, καὶ δέξεται πάντως τὸ τέλος. Ἐξέλιπον οἱ ὕμνοι Δαβὶδ υἱοῦ Ἰεσαί. ΕΡΜΗΝ. ΤΟΥ ΟΒʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Ἀσάφ.» Καὶ ἤδη προειρήκαμεν, ὅτι καὶ τοῦτόν τινες ψαλμογράφον ἔφασαν, τινὲς δὲ μελοποιὸν, καὶ τῶν ᾀδόντων χοροδιδάσκαλον. Ἄλλοι δὲ τὸν μὲν Δαβὶδ εἶπον καὶ τοὺς δὲ τοὺς ψαλμοὺς εἰρηκέναι, τὸν δὲ Ἀσὰφ γεγραφέναι. [Ἡμεῖς δὲ, ὡς πολλάκις εἰρήκαμεν, τοὺς πάντας τὸν μακάριον Δαβὶδ γεγραφέναι νενοήκαμεν· καὶ γὰρ οὕτως ἔχει ὁ τῆς ἀληθείας λόγος.] Ἀλλὰ ταῦτα μὲν ὡς βούλεταί τις δεχέσθω· οὐδὲ μία γὰρ ἐντεῦθεν βλάβη τοῖς οὕτως ἢ ἐκείνως δεχομένοις φυήσεται. Ἡμεῖς δὲ τοῦ ψαλμοῦ τὴν διάνοιαν τῆς χάριτος φωταγωγούσης ποιησόμεθα δήλην. Ἀπαχθεὶς ὁ λαὸς δορυάλωτος εἰς Βαβυλῶνα, πολλαῖς καὶ παντοδαπαῖς περιεκλύζετο συμφοραῖς. Ὁρῶντες δὲ τοὺς Βαβυλωνίους, δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶντας, ἐν εὐημερίᾳ καὶ εὐκληρίᾳ πολλῇ, σφᾶς δὲ αὐτοὺς ἐν δυσπραξίᾳ καὶ κακοπαθείᾳ, λογισμοὺς περὶ τῆς θείας ἀνεκίνουν προνοίας, ἐνθυμούμενοι καὶ λογιζόμενοι, τί δήποτε παντελῶς δυσσεβοῦντες τῶν μὲν ἀνιαρῶν οὐδεμίαν λαμβάνουσι πεῖραν, εὐποτμίας δὲ ἀπολαύουσι πάσης, ἐξ οὐρίων φερό-