Ancient Greek · ~6 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1484
Not analysed yet
ΕΡΜΗΝ. ΤΟΥ ΟΖʹ ΨΑΛΜΟΥ. αʹ. «Συνέσεως τῷ Ἀσάφ.» Τὸν παλαιὸν δεδωκὼς νόμον ὁ τῶν ὅλων Θεὸς τοῖς υἱοῖς Ἰσραὴλ, προσέταξε τοῦτον διηνεκῶς ἐκπαιδεύεσθαι, καὶ τὰ τέκνα διδάσκειν· καὶ μὲν δὴ καὶ τῶν ἑορτῶν τὰς αἰτίας, τοῖς ἐκγόνοις ὑποδεικνύναι, ὡς ἂν τὰς θείας εὐεργεσίας μανθάνοντες, εὐγνώμονες γένοιντο περὶ τὸν τὰ τοιαῦτα κεχαρισμένον. «Διδάξεις γὰρ αὐτὰ, φησὶ, τοὺς υἱούς σου, καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου, καὶ φυλάξουσι τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ, ἵνα εὖ αὐτοῖς γένηται.» Τοῦτο πεποίηκεν ἡ προφητικὴ χάρις, καὶ διὰ τοῦ προκειμένου ψαλμοῦ· ἀναμιμνήσκει γὰρ τὸν λαὸν, καὶ τοὺς τούτων ἐκγόνους, τῶν τε ὑπὸ Θεοῦ γεγενημένων, καὶ τῶν παρασχεθέντων ἀγαθῶν, καὶ τῶν ταῦτα δεξαμένων τὴν ἀχάριστον γνώμην. «Προσέχετε, λαός μου, τὸν νόμον μου.» Ἐπιμελῶς ὑμᾶς ἀκοῦσαι τῶν λεγομένων παρεγγυῶ· οἷον γάρ τινα νόμον ὑμῖν τὴν προκειμένην προσφέρω παραίνεσιν. «Κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου.» Προθύμως τῶν παρ' ἐμοῦ λεγομένων ἀκούσατε. βʹ. «Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· φθέγξομαι προβλήματα ἀπ' ἀρχῆς.» Ἐπειδὴ γὰρ τὴν τῶν πατέρων ἐποιεῖτο κατηγορίαν εἰς ὠφέλειαν τῶν παίδων, παραβολὴν ἐκάλεσε τὴν τοιαύτην διήγησιν, αἰνιγματώδη οὖσαν, καὶ κεκρυμμένην τὴν ὠφέλειαν προσφέρουσαν. Προστέθεικε δὲ, ὅτι καὶ ἀρχαῖα προσφέρει προβλήματα. Καὶ διδάσκων πόθεν ταῦτα μεμάθηκεν, ἐπήγαγεν· γʹ. «Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτά.» Εἶτα τοὺς τούτων διδασκάλους ὑπέδειξε. «Καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν. [δʹ.] Οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν, ἀπαγγέλλοντες τὰς αἰνέσεις τοῦ Κυρίου, καὶ τὰς δυναστείας αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησε.» Ἄνωθεν, φησὶ, καὶ ἐξ ἀρχῆς οἱ τῶν θαυμάτων αὐτόπται τοὺς οἰκείους ταῦτα ἐδίδαξαν παῖδας, κἀκεῖνοι πάλιν τοῖς ἐκγόνοις τήνδε τὴν διδασκαλίαν