Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1481
Not analysed yet
«Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου. [ιϛʹ.] Ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ.» Ἅπασιν ἀνθρώποις τὸ σὸν δεδήλωκας κράτος, τῆς Αἰγυπτίων ἐλευθερώσας δουλείας τὸν χρηματίσαντά σου λαόν· οἳ πρόγονον μὲν ἔσχον τὸν Ἰακὼβ, περιφανεῖς δὲ ἐκ τῆς τοῦ Ἰωσὴφ ἀπεφάνθησαν συγγενείας. ιζʹ, ιηʹ. «Εἴδοσάν σε ὕδατα ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσσοι. Πλῆθος ἤχους ὑδάτων.» Διὰ πάντων, Δέσποτα, τὴν σὴν ἔδειξας δύναμιν. Αἰγυπτίους ἐμαστίγωσας, τὸν σὸν λαὸν ἠλευθέρωσας, ἐπεφάνης τῇ θαλάσσῃ, καὶ διῃρέθη τὸ πέλαγος, καὶ ἡ ῥοώδης ἑκατέρωθεν ἔστη φύσις. «Φωνὴν ἔδωκαν αἱ νεφέλαι· καὶ γὰρ τὰ βέλη σου διαπορεύονται. [ιθʹ.] Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ.» Ὁ δὲ Σύμμαχος, Ἦχον ἔδωκεν αἰθήρ. Νότου γὰρ, ὡς φησὶν ἡ ἱστορία, βιαίου πνέοντος, διῃρέθη τὸ πέλαγος· τοῦ δὲ ἀέρος συστρεφομένου, καὶ τῶν νεφῶν συνισταμένων, ὁ ἄνεμος τίκτεται. Αἱ δὲ τιμωρίαι σου, φησὶ, δίκην βελῶν κατὰ τῶν πολεμίων ἐχώρουν· τῷ δὲ κτύπῳ τῆς βροντῆς τοὺς τῶν Αἰγυπτίων ἁρμάτων τροχοὺς συνεπόδισας. Τοῦτο δὲ καὶ ἡ ἱστορία διδάσκει· «Ἐγενήθη γὰρ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ, καὶ εἰσέβλεψε Κύριος εἰς τὴν παρεμβολὴν τῶν Αἰγυπτίων, καὶ συνέδησε τοὺς ἄξονας τῶν ἁρμάτων αὐτῶν, καὶ ἦγεν αὐτοὺς μετὰ βίας.» —»Ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ.» Τῆς γὰρ θαυματουργίας τὸ φῶς δίκην ἀστραπῆς εἰς πᾶσαν τὴν οἰκουμένην διέδραμεν. «Ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ.» Δέους ἐπλήσθησαν ἅπαντες τὴν σὴν ἀκούσαντες δύναμιν. Τοῦτο καὶ Ῥαὰβ ἡ πόρνη πρὸς τοὺς κατασκόπους ἔφη· «Ὁ φόβος ὑμῶν, καὶ ὁ τρόμος ὑμῶν, ἔπεσεν ἐφ' ἡμᾶς· ἠκούσαμεν γὰρ, ὅπως καταδιεῖλε Κύριος ὁ Θεὸς ὑμῶν τὴν Ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμῶν.» κʹ. «Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.» Ῥᾴδιόν σοι καὶ θάλασσαν διατεμεῖν, καὶ ἐπὶ ὑδάτων ἐποχεῖσθαι πολλῶν, καὶ μηδὲ ἴχνος καταλιμπάνειν· ἀσώματον γὰρ ἔχεις τὴν φύσιν. Ταῦτα δὲ τοῖς ἄνω προστέθεικεν. Ἀοράτως γὰρ, φησὶν, ἡγούμενος τοῦ λαοῦ, οὐδὲ ἴχνος ἡμῖν τῆς σῆς πορείας ἔδειξας. καʹ. «Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου, ἐν χειρὶ Μωσῆ καὶ Ἀαρών.» Ἐκείνοις γὰρ χρώμενος ὑπουργοῖς, καὶ δι' ἐκείνων φθεγγόμενος, τὸν σὸν λαὸν ἐποδήγησας, καὶ τὸν σὸν ἐξεπαίδευσας νόμον. Τούτων δὲ ἁπάντων ἐποιήσαντο μνήμην, εἰς ἔλεον τὸν τῶν ὅλων Θεὸν διεγείροντες, καὶ παρακαλοῦντες τῆς αὐτῆς ἀπολαῦσαι κηδεμονίας.