Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1488
Not analysed yet
στήμην, ἐλέγχει καὶ τὴν δειλίαν. Ἐστράφησαν γὰρ ἐν ἡμέρᾳ πολέμου· μεγάλα γὰρ ἐπὶ τῇ πολεμικῇ ἐμπειρίᾳ φρονοῦντες, πολέμου φανέντος ἐτρέποντο εἰς φυγήν. ιʹ. «Οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἐβουλήθησαν πορεύεσθαι.» Καλῶς ἐνέφηνε τὸ τῆς γνώμης αὐθαίρετον. Οὐκ ἐβουλήθησαν γὰρ, φησὶ, κατὰ νόμον βιῶναι, οὐδὲ τὴν ἔννομον ἀσπάσασθαι πολιτείαν. ιαʹ. «Καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ, καὶ τῶν θαυμασίων αὐτοῦ, ὧν ἔδειξεν αὐτοῖς.» Καὶ δεικνὺς πότε ταῦτα εἰργάσατο, ἐπήγαγεν· ιβʹ. «Ἐναντίον τῶν πατέρων αὐτῶν ἃ ἐποίησε θαυμάσια.» Εἶτα τὸν χρόνον καὶ τὸν τόπον διδάσκει· «Ἐν γῇ Αἰγύπτῳ, ἐν πεδίῳ Τάνεως.» Ταύτας ἅπαντες τοῦ Θεοῦ τὰς θαυματουργίας, τὰς ἐν Αἰγύπτῳ γεγενημένας, ὧν οἱ πατέρες αὐτῶν αὐτόπται γεγένηνται, τῆς μνήμης ἐξέβαλον. ιγʹ. «Διέῤῥηξε θάλασσαν, καὶ διήγαγεν αὐτοὺς, παρέστησεν ὕδατα ὡσεὶ ἀσκόν.» Συντόμως ποιεῖται τὴν τῶν θαυμάτων διήγησιν, καὶ τὸ μέγιστον τῶν ἄλλων προέταξεν. Ὑπερφυὲς γάρ ἐστι τῆς θαλάσσης τὸ θαῦμα, καὶ ἡ διὰ ταύτης παρασχεθεῖσα πορεία. Τὴν γὰρ ἐπὶ τὸ πρανὲς χωρεῖν πεφυκυῖαν τῶν ὑδάτων φύσιν ἔστησεν ἑκατέρωθεν ὁ τῶν ὅλων Θεὸς, καθάπερ ἐν ἀσκῷ τινι καθείρξας τῷ λόγῳ. Ἐπειδὴ γὰρ ἡ τῶν ἀσκῶν κατασκευὴ συνέχειν ἀκριβῶς τὴν ὑγρὰν δύναται φύσιν, εἰκότως ταύτην ἐπὶ τῆς διαιρεθείσης τέθεικε τὴν εἰκόνα, δεικνὺς τοῦ θείου λόγου τὴν δύναμιν. ιδʹ. «Καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας, καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός.» Ἡ γὰρ αὐτὴ νεφέλη μεθ' ἡμέραν μὲν τὸ τῆς ἀκτῖνος λυπηρὸν ἀπεκρούετο, νύκτωρ δὲ τοῦ πυρὸς παρεῖχε τὴν χρείαν. ιεʹ. «Διέῤῥηξε πέτραν ἐν ἐρήμῳ, καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ.» Οὐ γὰρ βραχεῖαν ἀνεξήγαγε λιβάδα, ἀλλὰ ταῖς πολλαῖς ἐκείναις μυριάσιν ἀρκοῦσαν πηγήν. Καὶ τοῦτο σαφέστερον, διὰ τῶν ἐπαγομένων ἐδίδαξε. ιϛʹ. «Καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας, καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα.» Τὸ γὰρ ἀναβλυσθὲν ὕδωρ εἰς πολλοὺς ὀχετοὺς διῃρέθη, εὐμαρῆ καὶ φιλότιμον παρέχον τοῖς διψῶσι τὴν χάριν. ιζʹ, ιηʹ. «Καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ· παρεπίκραναν τὸν Ὕψιστον ἐν ἀνύδρῳ. Καὶ ἐξεπείρασαν τὸν Θεὸν ἐν ταῖς καρδίαις αὑτῶν, τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὑτῶν.» Ἀλλ' ὅμως οὐδὲ τοῦτο τῆς γνώμης αὐτῶν τὴν πονηρίαν ἐξέβαλεν, ἀλλ' ἐπέμειναν τὴν τῆς ἀχαριστίας περικείμενοι νόσον· καὶ μετὰ τοσαύτας εὐεργεσίας πεῖραν λαβεῖν ἠβούλοντο τῆς θείας δυνάμεως, καὶ τροφῆς δεηθέντες, οὐ λαβεῖν τὴν χρείαν ἐζήτησαν, ἀλλ' ὡς ἀδυνάτου τοῦ Θεοῦ κατηγόρησαν.