Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1489
Not analysed yet
ιθʹ, κʹ. «Καὶ κατελάλησαν τοῦ Θεοῦ, καὶ εἶπον· Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; Ἐκεῖ ἐπάταξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείμαῤῥοι κατεκλύσθησαν· μὴ καὶ ἄρτον δύναται δοῦναι, ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὑτοῦ;» Εὐπετὲς, φησὶ, τὸ τῶν ὑδάτων, καὶ ῥᾴδιον· τὸ γὰρ ἐν ταῖς λαγόσι κεκρυμμένον τῆς γῆς εἰς τὴν ἐπιφάνειαν ἀνεδόθη. Τὴν δὲ τοῦ ἄρτου τροφὴν, τὴν σπειρομένην, καὶ χρόνῳ φυομένην, πῶς ἂν ἡμῖν ἀθρόως παράσχοι, καὶ τὸν ἐπικείμενον ἐξελάσοι λιμόν; καʹ. «Διὰ τοῦτο ἤκουσε Κύριος, καὶ ἀνεβάλετο· καὶ πῦρ ἀνήφθη ἐν Ἰακὼβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ.» Οὗ δὴ χάριν ἀγανακτήσας ὁ τῶν ὅλων Κύριος, φησὶν, ἀνεβάλετο μὲν αὐτοῖς δοῦναι τὴν γῆν, τὴν τοῖς πατράσιν ἐπηγγελμένην, ταῖς δὲ παντοδαπαῖς τιμωρίαις ἐξέδωκεν. Οὐκ ἐπήγαγε δὲ αὐτοῖς τὸν ὄλεθρον σύντομον, τοὺς ἐκείνων παῖδας αὐξηθῆναι προσμένων. Μέμνηται δὲ τῆς διὰ τοῦ πυρὸς τιμωρίας τοῦ μακαρίου Μωσοῦ τὰ συγγράμματα. Ταύτην δὲ, φησὶν, ὑπέμειναν τὴν πληγήν, κβʹ. «Ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ Θεῷ, οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ.» Ἀλλ' ὅμως καὶ τοιούτοις οὖσι τὴν ἀγεώργητον παρέσχε τροφήν· τοῦτο γὰρ διδάσκει τὰ ἐπαγόμενα. κγʹ, κδʹ. «Καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, καὶ θύρας οὐρανοῦ ἀνέῳξε. Καὶ ἔβρεξεν αὐτοῖς μάννα φαγεῖν.» Οὐ γὰρ τὰς συνήθεις ὠδῖνας αἱ νεφέλαι παρέσχον, ἀλλ' ἀντὶ τοῦ ὑετοῦ τοῦ ἄρδειν πεφυκότος τὰ καταβαλλόμενα σπέρματα, τὴν θαυμασίαν τροφὴν ἀπεκύησαν. Θύρας δὲ οὐρανοῦ ἀνοιγείσας τὴν ἄνωθεν χορηγίαν ἐκάλεσε. Ἐπειδὴ γὰρ τοῖς ταμιείοις ἐπιτιθέναι θύρας εἰώθαμεν, καὶ ταύτας ἀνοίγομεν ἐκφέρειν τι βουλόμενοι, δείκνυσιν ὁ προφητικὸς λόγος τὸν τῶν ὅλων Θεὸν, ὥσπερ ἀπό τινων ταμιείων, χορηγοῦντα τὸ μάννα. «Καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. [κεʹ.] Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος.» Ἄρτον ἀγγέλων καλεῖ, ὡς δι' ἀγγέλων χορηγηθέντα· ἄγγελοι γὰρ, ὡς ὑπὸ τῆς θείας Γραφῆς ἐδιδάχθημεν, τοῖς θείοις νεύμασιν ὑπουργοῦσι. Λέγει δὲ οὕτως ὁ θεῖος Ἀπόστολος· «Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;» Καὶ πάλιν· «Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος,» καὶ τὰ ἑξῆς. Ἄρτον δὲ οὐρανοῦ ὡς ἄνωθεν ἐνεχθέντα καλεῖ. Καὶ τοὺς ἀεροπόρους γὰρ ὄρνιθας πετεινὰ οὐρανοῦ ἡ θεία προσαγορεύει Γραφή. «Ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς, εἰς πλησμονήν.» Εἰς κόρον, φησὶ, ταύτης μετέδωκεν αὐτοῖς τῆς τροφῆς. Εἶτα καὶ τὴν τῶν κρεῶν διέξεισι χορηγίαν.