Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1580
Not analysed yet
ϛʹ. «Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε· καὶ γὰρ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων.» Ὁ δὲ Θεοδοτίων, Καί γε τὴν πίστιν σου ἐν ἐκκλησίᾳ ἁγίων· [ἀντὶ τοῦ, Τὴν πίστιν σου ἅπαντες οἱ τὴν πεποίθησιν ἔχοντες εἰς σὲ διαφυλάξουσιν.] Σὲ γὰρ προσήκει παρὰ πάντων ὑμνεῖσθαι· οὐχ ἥκιστα δὲ παρὰ τῶν τὸν οὐρανὸν οἰκούντων, ἀκριβέστερον τὰ σὰ καθορώντων θαυμάσια, καὶ τῶν ἐπαγγελιῶν ἐπισταμένων τὸ βέβαιον· τῆς ἐπουρανίου ταύτης ἐκκλησίας καὶ ὁ μακάριος μέμνηται Παῦλος· «Προσεληλύθατε, λέγων, Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς.» ζʹ. Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;» Ὁ δὲ Σύμμαχος οὕτως· Τίς γὰρ ἐν αἰθέρι ἀντιπαραθήσει τῷ Κυρίῳ, ἐξισάσει τῷ Κυρίῳ ἐν υἱοῖς θεῶν· Υἱοὺς Θεοῦ καλεῖ τοὺς θεοὺς, ὡς υἱοὺς ἀνθρώπων τοὺς ἀνθρώπους. Καλεῖ δὲ θεοὺς, οὐχ ὡς ὄντας, ἀλλ' ὡς παρὰ τοῖς ἀπίστοις νομιζομένους. Λέγει τοίνυν, ὅτι Καὶ τῶν ἐπουρανίων ὑπέρκεισαι, καὶ πάντων ἀσυγκρίτως ὑπέρτερος εἶ, καὶ οὐδείς σοι τῶν ὄντων παραβληθῆναι δυνήσεται. Ἐλέγχεται γὰρ τῶν ὑπὸ τῶν ἀνθρώπων θεοποιουμένων τὸ ψεῦδος· ἡ δὲ σὴ δύναμις διαρκὴς καὶ ἀνώλεθρος. Τοιούτοις καὶ ἀλλαχοῦ κέχρηται λόγοις φάσκων· «Καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς.» Ταύτην δὲ ποιοῦνται τὴν παρεξέτασιν, οὐκ ἀγνοοῦντες οἱ προφῆται τῆς διαφορᾶς τὴν ὑπερβολὴν, ἀλλὰ τῇ τῶν ἀπίστων ἀσθενείᾳ σύμμετρον διδασκαλίαν προσφέροντες. ηʹ. «Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων· μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.» Ἐπειδὴ τῶν οὐκ ὄντων θεῶν ἐμνημόνευσεν, ἠγνοεῖτο δὲ παρὰ τοῖς δυσσεβέσιν ὁ ὢν Θεὸς, εἰκότως τοὺς ἁγίους παρήγαγε, παρ' ὧν ὁ ἀληθὴς ὑμνεῖται Θεὸς, οἷς καὶ φοβερός ἐστιν, ἅτε δὴ πελάζουσιν αὐτῷ, καὶ τὴν ἄῤῥητον αὐτοῦ γινώσκουσι δύναμιν. Βουλὴν δὲ ἁγίων ὠνόμασεν ἐνταῦθα τῶν ἁγίων τὸν σύλλογον. θʹ. «Κύριε ὁ Θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου.» Συνεχῶς τῆς ἀληθείας μνημονεύουσι, ποθοῦντες ἰδεῖν τὸ τῶν ὑποσχέσεων ἀψευδές· καί φασι πρὸς