Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1577
Not analysed yet
Ἀζαρίας, καὶ Μισαὴλ, τοῦ Ἀβραὰμ, καὶ τοῦ Ἰσαὰκ, καὶ τοῦ Ἰσραὴλ, ἐν τῇ καμίνῳ τὸν Θεὸν ἀντιβολοῦντες ἐποιήσαντο μνήμην. Καὶ τοῦτον τοιγαροῦν τὸν ψαλμὸν εἰς τὴν ἐκείνων ὠφέλειαν ἡ προφητικὴ συνέγραψε χάρις· διδάσκουσα πῶς δεῖ τὸν Θεὸν ἐκμειλίξασθαι, καὶ τὴν παρ' αὐτοῦ φιλανθρωπίαν καρπώσασθαι Διὰ τοῦτο καὶ Συνέσεως ἐπιγέγραπται· ταύτης γὰρ δεῖ τοῖς παιδευομένοις διαφερόντως, ἵνα μηδὲν ἀπηχὲς εἴπωσι σχετλιάζοντες, ἀλλὰ τὸν θεῖον προσμείνωσιν ἔλεον. Ὁ δὲ Αἰθὰμ χορὸν καὶ αὐτὸς ἐμπεπίστευτο ᾀδόντων ἐν τῷ ναῷ, καὶ τὸν Θεὸν ἀνυμνούντων. [Οὐ γὰρ, ὥς τινες ἔφασαν εἶναι τὸν ψαλμὸν τοῦ Αἰμάν· ἀλλ' ὡς ἔφαμεν, ἐξῆρχε χοροῦ τῶν ᾀδόντων καὶ αὐτὸς οὗτος· παραλαμβάνων παρὰ τοῦ θειοτάτου Δαβὶδ καὶ ᾄδειν μετὰ καὶ τῶν λοιπῶν.] βʹ. «Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου.» Τὸν θεῖον αἰτοῦντες ἔλεον, ὑμνοῦσι τὸν ἔλεον, καὶ τῶν πρὸς τὸν Δαβὶδ ὑποσχέσεων ποθοῦντες ἰδεῖν τὴν ἀλήθειαν, ἑκάστην γενεὰν ὑπισχνοῦνται διδάξειν. γʹ. «Ὅτι εἶπας, Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται ἐν τοῖς οὐρανοῖς, ἑτοιμασθήσεται ἡ ἀλήθειά σου.» Τοῦ Θεοῦ ἐστι λόγος πρὸς τὸν Δαβὶδ εἰρημένος, ὡς φυλάξει τὸν ἔλεον εἰς τὸν αἰῶνα τῷ σπέρματι. Τῆς ἐπαγγελίας τοίνυν ἀναμιμνήσκουσι ταύτης. Σὺ, φησὶν, εἶπας αὐξήσειν, ἀλλ' οὐ μειώσειν τὸν ἔλεον. Τὸ γὰρ οἰκοδομηθήσεται, ἀντὶ τοῦ αὐξηθήσεται [καὶ προσθήκην λήψεται τέθεικεν.] Ἑδρασθήσεται, ὁ Σύμμαχος εἴρηκεν. Ὑπέσχου, φησὶν, ἔργῳ βεβαιοῦν τὴν τῶν λόγων ἀλήθειαν. δʹ, εʹ. «Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου.» [Ἐκ προσώπου Θεοῦ καὶ Πατρὸς εἴρηται ταῦτα, ὁμοῦ δὲ καὶ τὰ ἑξῆς·] «Ὤμοσα Δαβὶδ τῷ δούλῳ μου· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.» Τῷ εἶπας καὶ ταῦτα συνῆπται· ὅτι ταύτας πρὸς τοὺς ἐκλεκτοὺς ἐποιησάμην τὰς συνθήκας. Ἐκλεκτοὺς δὲ καλεῖ τὸν Ἀβραὰμ, καὶ τὸν Ἰσαὰκ, καὶ τὸν Ἰσραήλ. Πρὸς δὲ τούτοις ἔφη ὀμωμοκέναι καὶ τῷ Δαβὶδ, ἀνώλεθρον αὐτοῦ φυλάξαι τὸ σπέρμα, καὶ ἐν πάσῃ γενεᾷ τὸν τούτου θρόνον ἀνθήσειν. Οὕτω τοῦ Θεοῦ τὰς ὑποσχέσεις διεξελθόντες, καὶ τῶν πραγμάτων τὸ τέλος οὐ βλέποντες, ἀπηχὲς μὲν οὐδὲν ὑπὸ τῶν συμφορῶν εἰπεῖν ἀναγκάζονται, ὕμνοις δὲ γεραίρουσι τὸν τῶν ὅλων πρύτανιν.