Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1584
Not analysed yet
ιδʹ. «Σὸς ὁ βραχίων μετὰ δυναστείας.» Ἴδιόν σου τὸ δυνατῶς ἅπαντα ἐνεργεῖν. Τὸν γὰρ βραχίονα ἐπὶ τῆς ἐνεργείας, τὴν δὲ δυναστείαν ἐπὶ τῆς δυνάμεως ἔλαβε· καὶ γὰρ ὁ Ἀκύλας ἀντὶ δυναστείας, δύναμιν τέθεικεν. «Κραταιωθήτω ἡ χείρ σου· ὑψωθήτω ἡ δεξιά σου.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἀήττητος ἡ χείρ σου, ὑψηλὴ ἡ δεξιά σου. Πολλάκις εἰρήκαμεν, ὡς διὰ τῆς χειρὸς τὴν ἐνέργειαν δηλοῖ· διὰ δὲ τῆς δεξιᾶς, τὴν ἀγαθὴν ἐνέργειαν· διπλῆς τοίνυν ἐνεργείας δεόμενοι, ἀμφοτέρων ἐμνήσθησαν. Καὶ γὰρ τοὺς πολεμίους καταλυθέντας ἐπιθυμοῦσιν ἰδεῖν, καὶ αὐτοὶ τῆς σωτηρίας ποθοῦσι τυχεῖν. Οὗ δὴ χάριν ἀήττητον μὲν τὴν χεῖρα, ὑψηλὴν δὲ καλοῦσι τὴν δεξιὰν, ὡς δυναμένην κἀκείνους κολάσαι, καὶ αὐτοὺς ἐλευθερῶσαι. Τοῦτο δὲ καὶ διὰ τῶν ἐπιφερομένων δηλοῦσι. ιεʹ. «Δικαιοσύνη καὶ κρῖμα ἑτοιμασία τοῦ θρόνου σου· ἔλεος καὶ ἀλήθεια προπορεύσονται πρὸ προσώπου σου.» Αὐτοῖς γὰρ καὶ Βαβυλωνίοις δικάσαι τὸν Θεὸν ἱκετεύοντες, ἀντιβολοῦσι κατ' ἐκείνων μὲν δικαίαν τὴν ψῆφον ἐξενεγκεῖν, αὐτοῖς δὲ τὸν ἔλεον παρασχεῖν, καὶ τῆς ὑποσχέσεως τὴν ἀλήθειαν δεῖξαι. Διά τοι τοῦτο τῇ μὲν δικαιοσύνῃ καὶ τῷ κρίματι τὸν δικαστικὸν ἔφασαν κεκοσμῆσθαι θρόνον, ἔλεον δὲ καὶ ἀλήθειαν τοῦ Θεοῦ προοδεύειν, ὡς πρὸ πολλῶν γενεῶν τῆς ὑποσχέσεως γενομένης. ιϛʹ. «Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν.» Ἀλαλαγμὸς, ὡς πολλάκις εἰρήκαμεν, νενικηκότων ἐστὶ φωνή. Ἐπειδὴ τοίνυν ἡττηθέντες ἠνδραποδίσθησαν, μακαρίζουσι τοὺς νικήσαντας· προθεσπίζει δὲ ὁ λόγος καὶ τὸν λαὸν, τὸν ἐν πάσῃ γῇ καὶ θαλάττῃ τὸν μυστικὸν ἀλαλαγμὸν προσφέροντα τῷ Θεῷ, καὶ τὸν ἐπινίκιον ὕμνον ᾄδοντα. Ταύτῃ δὲ διανοίᾳ καὶ ἐπαγόμενα συμφωνεῖ. «Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται. [ιζʹ.] Καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν· καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται.» Ἀλαλάζουσι δὲ, καὶ κατὰ τῶν ἐχθρῶν παιανίζουσι, καὶ σοὶ τῷ νικοποιῷ τὸν ἐπινίκιον ὕμνον προσφέρουσι, τῇ σῇ ἐπιφανείᾳ καταυγαζόμενοι, καὶ τὸ παρὰ σοῦ δεχόμενοι φῶς [διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας,] καὶ διηνεκῶς ἀπολαύοντες θυμηδίας, καὶ τὴν νενομοθετημένην κατορθοῦντες δικαιοσύνην, καὶ ὑψηλοὶ καὶ περιφανεῖς ἐντεῦθεν γινόμενοι. ιηʹ. «Ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ.» Μέγα, φησὶν, ἐπὶ τῇ σῇ δυνάμει φρονοῦσι· παρὰ σοῦ γὰρ ταύτην ἐδέξαντο. «Καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν.» Καὶ ἡμεῖς δὲ, φησὶ, ταύτην ἔχομεν τὴν ἐλπίδα, καὶ τὴν σὴν ἐπικου-