Ancient Greek · ~6 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1585
Not analysed yet
ρίαν προσμένομεν· διὰ ταύτην γὰρ κρείττους τῶν πολεμίων ἐσόμεθα· κέρας γὰρ τὴν ἰσχὺν καὶ τὸ κράτος ἐκάλεσεν, ἐκ μεταφορᾶς τῶν κερασφόρων ζώων, ἃ τοῖς κέρασι καθωπλισμένα, τούτοις κέχρηνται κατὰ τῶν ἐπιόντων. ιθʹ. «Ὅτι τοῦ Κυρίου ἡ ἀντίληψις, καὶ τοῦ ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν.» Ταύτῃ δὲ τῇ ἐλπίδι τρεφόμεθά σε βασιλέα ἔχοντες, ὑπὸ τὴν σὴν κηδεμονίαν τελοῦντες. κʹ. «Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου.» Ὁ δὲ Σύμμαχος οὕτως· Τότε ἐλάλησας δι' ὁράσεως τοῖς υἱοῖς σου. Οἴδαμεν γάρ σου τὰς διὰ τῶν προφητῶν γεγενημένας ἐπαγγελίας. Τούτους γὰρ καὶ ὁρῶντας καὶ βλέποντας ὠνόμαζον. «Καὶ εἶπας· Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν·» ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου. [καʹ.] Εὗρον Δαβὶδ τὸν δοῦλόν μου· ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.» Σὺ, φησὶ, τῷ θεράποντί σου Δαβὶδ ἐμαρτύρησας, καὶ δυνατὸν ἐν τοῖς τῆς ἀρετῆς εὑρὼν κατορθώμασι τῆς σῆς βοηθείας ἠξίωσας, καὶ ἐξελέξω, καὶ ἔχρισας, καὶ βασιλέα κεχειροτόνηκας. κβʹ. «Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν.» Εἶπας δὲ αὐτῷ παρέξειν ἰσχὺν, καὶ τῆς σῆς αὐτῷ μεταδώσειν κηδεμονίας. κγʹ. «Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ. Καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν.» Ὑπέσχου δὲ καὶ τὰς τῶν ἐχθρῶν αὐτοῦ ματαίας δείξειν ἐπιβουλὰς, καὶ τῶν λωβᾶσθαι πειρωμένων κρείττονα καταστήσειν κδʹ, κεʹ. «Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ· καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. Καὶ ἡ ἀλήθειά μου, καὶ τὸ ἔλεός μου μετ' αὐτοῦ· καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ.» Ἐπηγγείλω δὲ καὶ ἅπαντας αὐτοῦ καταλύσειν τοὺς πολεμίους, καὶ βεβαίαν αὐτῷ τὴν σὴν παρέξειν φιλανθρωπίαν, καὶ περιφανῆ ποιήσειν αὐτὸν καὶ περίβλεπτον.