Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1661
Not analysed yet
στικὸν καιρὸν προσφέρειν εἰώθαμεν τῷ Θεῷ, ᾄδοντες, καὶ ψάλλοντες, καὶ μετὰ πάσης εὐθυμίας χορεύοντες. εʹ. «Ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ, καὶ φωνῇ ψαλμοῦ.» Καὶ τοῦτον δὲ τὸν νόμον ἔστιν ἰδεῖν διηνεκῶς ἐν ταῖς ἐκκλησίαις πληρούμενον. Τῇ γὰρ πνευματικῇ κιθάρᾳ τὴν θείαν ἀνακρουόμεθα μελῳδίαν. Ποιοῦμεν δὲ καὶ ἡμεῖς λογικὰς κιθάρας τὰ ἡμέτερα σώματα, καὶ χρώμεθα, ἀντὶ μὲν χορδῶν τοῖς ὀδοῦσιν, ἀντὶ δὲ χαλκοῦ τοῖς χείλεσι, πλήκτρου δὲ παντὸς ὀξύτερον ἡ γλῶττα κινουμένη τὴν ἐναρμόνιον ἀποτελεῖ τῶν κρουσμάτων ἠχήν. Κινεῖ δὲ τὴν γλῶτταν ὁ νοῦς, οἷόν τις μουσικὸς μετ' ἐπιστήμης ποιούμενος τὴν ταύτης μετάβασιν· αὕτη τῷ Θεῷ ἡ κιθάρα τῆς ἀψύχου θυμηρεστέρα Καὶ μάρτυς αὐτὸς διὰ τοῦ προφήτου πρὸς Ἰουδαίους βοῶν· «Ἀπόστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ φωνὴν ὀργάνων σου οὐκ ἀκούσομαι.» ϛʹ. «Ἐν σάλπιγξιν ἐλαταῖς, καὶ φωνῇ σάλπιγγος κερατίνης.» Σάλπιγγα πολλάκις τὴν βοὴν ἡ θεία καλεῖ Γραφή. Οὕτως ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις φησίν· «Ὅτ' ἂν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν· ἀντὶ τοῦ, Μὴ κηρύξῃς, μηδὲ δήλην ἅπασι καταστήσῃς· ἵνα μὴ τῇ κενῇ δόξῃ τὸν τῆς φιλανθρωπίας λυμήνῃ καρπόν. Καὶ ἐνταῦθα τοίνυν σάλπιγγα τὴν διδασκαλίαν καλεῖ, δι' ἧς καὶ τὰς εἰς ἡμᾶς γεγενημένας εὐεργεσίας μανθάνομεν, καὶ τοὺς ὀνησιφόρους παιδευόμεθα νόμους. Ἐλατὰς δὲ σάλπιγγας τὰς χαλκᾶς λέγει· κερατίνας δὲ, τὰς ἐκ κεράτων γεγενημένας. Ταύταις δὲ Ἰουδαίους χρῆσθαι σύνηθες ἦν. Σκιὰ δὲ τῶν ἡμετέρων παρ' ἐκείνοις ἐπολιτεύετο. Ὥσπερ τοίνυν ἐκεῖνοι τὸν ἄλογον ἔθυον ἀμνὸν, ἡμεῖς δὲ τὸν σωτήριον, [τὸν ἐκ Θεοῦ Θεὸν,] τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου· οὕτως ἐκεῖνοι ταῖς ἀψύχοις ἐκέχρηντο σάλπιγξιν, ἡμεῖς δὲ ταῖς ἐμψύχοις καὶ λογικαῖς. Σάλπιγγες τοίνυν ἡμῶν οἱ θεῖοι ἀπόστολοι, καὶ οἱ θεσπέσιοι προφῆται, καὶ οἱ μετ' ἐκείνους τοῦ διδασκαλικοῦ τετυχηκότες χαρίσματος. «Ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως Κυρίου.» Τὸν ἐπινίκιον ὕμνον προσενέγκατε τῷ βασιλεῖ καὶ δεσπότῃ τῶν ὅλων. ζʹ. «Σαλευθήτω ἡ θάλασσα, καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἠχείτω ἡ θάλασσα σὺν πληρώματι αὐτῆς· ἡ οἰκουμένη, καὶ οἱ κατοικοῦντες αὐτήν. Διαφερόντως δὲ ἐν ταῖς πολυανθρώποις πόλεσιν ἔστιν ἰδεῖν τῆς προφητείας τὸ τέλος. Θάλατταν γὰρ κυμαίνουσαν τῶν εὐσεβῶν λαῶν ἐν ταῖς ἐκκλησίαις μιμεῖται τὸ πλῆθος. Τοιαύτη δὲ καὶ ἡ τῶν ψαλλόντων ἠχή. Κατὰ δὲ τοὺς