Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1660
Not analysed yet
σεν αὐτοὺς ἡ δεξιὰ αὐτοῦ, ἀλλ' «Ἔσωσεν αὐτῷ.» Τῆς γὰρ τῶν εἰδώλων αὐτοὺς πλάνης ἐλευθερώσας, καὶ τῆς αὐτοῦ βασιλείας τὸ ὑψηλὸν ὑποδείξας, τῆς σωτηρίας μετέδωκε. Καὶ τοῦτο σαφέστερον διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν. βʹ. «Ἐγνώρισε Κύριος τὸ σωτήριον αὑτοῦ ἐναντίον τῶν ἐθνῶν, ἀπεκάλυψε τὴν δικαιοσύνην αὑτοῦ.» Πᾶσιν ἀνθρώποις τὰ σωτήρια προσενήνοχε νάματα, καὶ τὴν δικαίαν αὑτοῦ βασιλείαν τοῖς ἔθνεσιν ἔδειξεν. γʹ. «Ἐμνήσθη τοῦ ἐλέου αὑτοῦ τῷ Ἰακὼβ, καὶ τῆς ἀληθείας αὑτοῦ τῷ οἴκῳ Ἰσραήλ· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.» Κομιδῆ ταῦτα ἔοικε τοῖς Ἡσαΐου τοῦ προφήτου θεσπίσμασι. Δι' ἐκείνου γὰρ ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν Δεσπότην ἔφη Χριστόν· «Ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.» Ἐπειδὴ γὰρ καὶ τοῖς θαυμασίοις πατριάρχαις, τῷ Ἀβραὰμ, καὶ τῷ Ἰσαὰκ, καὶ τῷ Ἰακὼβ, καὶ τῷ θεσπεσίῳ Δαβὶδ ὑπέσχετο ὁ τῶν ὅλων Θεὸς, ἐκ τοῦ σπέρματος αὐτῶν κατὰ σάρκα τὸν Χριστὸν ἀναστήσειν, καὶ σωτηρίαν δι' αὐτοῦ πᾶσιν ἀνθρώποις παρέξειν. Διαθήκην ἐκάλεσε τὴν πρὸς τοὺς πατέρας γεγενημένην ἐπαγγελίαν. Τὴν γὰρ διαθήκην οἱ ἄλλοι ἑρμηνευταὶ συνθήκην εἰρήκασι. Γένος δὲ αὐτοῦ, τὸν Ἰσραὴλ κέκληκεν, ἐπειδὴ ἐξ Ἰουδαίων ὁ Χριστὸς κατὰ σάρκα, ᾗ φησιν ὁ Ἀπόστολος. Δέδωκά σε τοίνυν [ἔφη] εἰς διαθήκην γένους· τουτέστιν ὥστε πληρῶσαι τὰς πρὸς Ἰουδαίους γεγενημένας συνθήκας· ἀλλ' εἰς φῶς, οὐκ ἔτι Ἰουδαίων, ἀλλ' ἐθνῶν. Οὗτοι γὰρ διὰ τῆς πίστεως τῆς σωτηρίας μετέλαχον· [ὁμολογήσαντες αὐτὸν καὶ ὁμολογοῦντες Θεὸν ἐκ Θεοῦ.] Ἐκεῖνοι δὲ τὸν ζόφον τῆς ἀπιστίας ἠγάπησαν. Τοῦτο καὶ ἐνταῦθα ὁ μακάριος ἔφη Δαβίδ· «Ἐμνήσθη τοῦ ἐλέους αὑτοῦ τῷ Ἰακὼβ, καὶ τῆς ἀληθείας αὑτοῦ τῷ οἴκῳ Ἰσραὴλ·» τὰς γὰρ πρὸς ἐκείνους γεγενημένας ἐπαγγελίας ἐπλήρωσεν. Εἶδον μέντοι πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Οὐ γὰρ Ἰουδαίοις μόνοις ἀνέτειλεν, ἀλλὰ πᾶσιν ἀνθρώποις τῆς ἀληθείας τὸ φῶς. δʹ. «Ἀλαλάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ, ᾄσατε, καὶ ἀγαλλιᾶσθε, καὶ ψάλατε.» Ἐπειδὴ τοίνυν ἅπαντες τῆς πικρᾶς τοῦ διαβόλου τυραννίδος ἠλευθερώθητε, τὸν ἐπινίκιον ὕμνον τῷ σεσωκότι Θεῷ προσενέγκατε. Ὁ γὰρ ἀλαλαγμὸς νικώντων φωνή. Διὸ πληροῦμεν τὸ κελευσθέν. Τοῦτον γὰρ τὸν ὕμνον ἀλαλάζοντες καὶ βοῶντες κατὰ τὸν μυ-