Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1665
Not analysed yet
ματος φύσις, ἡ ἀπερίληπτος, καὶ ἀπερίγραπτος, κατέχουσα τὸν γύρον τῆς γῆς, καὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας, ποίας δεῖται καθέδρας; Σχηματίζει δὲ ὅμως τῷ λόγῳ τὸν τῶν ὅλων Θεὸν, βασιλικῶς τοῖς Χερουβὶμ ἐποχούμενον, καταπλήττοντα καὶ δεδιττόμενον τοὺς ἀκούοντας. βʹ. «Κύριος ἐν Σιὼν μέγας, καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς.» Καὶ τῶν Ἰουδαίων ἐπανελθόντων, καὶ τὸν θεῖον δειμαμένων νεὼν, ἡ τοῦ Θεοῦ δύναμις ἅπασιν ἀπεδείχθη. Διαφερόντως γὰρ ὁ τὸν σταυρὸν ὑπομείνας οἰκουμένης ἁπάσης ἀπεφάνθη Δεσπότης, τῶν ἱερῶν ἀποστόλων τὸ σωτήριον κήρυγμα προσενεγκάντων τοῖς ἔθνεσιν. γʹ. «Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστι.» Χρὴ τοίνυν ἅπαντας ἀνυμνεῖν σε, καὶ τὰς σὰς εὐεργεσίας διεξιέναι, καὶ τὴν ἄῤῥητόν σου μὴ περιεργάζεσθαι φύσιν, τῷ δὲ ὀνόματί σου προσφέρειν τὸ σέβας, καὶ φοβερῷ ὄντι, καὶ παναγίῳ. Ἁγιάζει μὲν γὰρ τοὺς πιστεύοντας, ἐκδειματοῖ δὲ τοὺς ἀπιστοῦντας. δʹ. «Καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ.» Προσήκει δὲ ἡμᾶς δεδιέναι ὡς βασιλέα, καὶ δικαιοσύνῃ χρώμενον· ἴδιον γὰρ τῆς ἀληθοῦς βασιλείας τὸ δικαίως ἰθύνειν τοὺς ὑπηκόους. Τιμὴ γὰρ βασιλέως κρίσιν ἀγαπᾷ, τουτέστι τίμιον ποιεῖ βασιλέα τὸ στέργειν τὸ δίκαιον. Τοῦτο δὲ δηλοῖ καὶ τὸ ἐπαγόμενον· «Σὺ ἡτοίμασας εὐθύτητας· κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.» Ὡς γὰρ δίκαιος βασιλεὺς, ὀρθὴν καὶ δικαίαν τὴν ψῆφον ἐξήνεγκας, καὶ τὸν Ἰσραὴλ τῆς τῶν καταδουλωσαμένων ἠλευθέρωσας δυναστείας, [καὶ τὰ ἔθνη τῆς τοῦ διαβόλου δουλείας.] Κατὰ δὲ τὴν ἑτέραν προφητείαν οὕτω νοητέον· Ἔδειξας τῆς ἐπαγγελίας σου τὴν ἀλήθειαν, τὰς πρὸς τοὺς προγόνους τοῦ Ἰσραὴλ γεγενημένας ὑποσχέσεις πληρώσας, καὶ τὴν διὰ τοῦ σπέρματος τοῦ Ἀβραὰμ δωρησάμενος σωτηρίαν. εʹ. «Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν.» Ἀμείψασθε τοίνυν τὸν εὐεργέτην, οἷς δύνασθε, καὶ τὸ πρόσφορον αὐτῷ προσενέγκατε σέβας· τὸ δὲ ὑψοῦτε, ἀντὶ Τὸ ὑψηλὸν αὐτοῦ κηρύττετε. Ὑποπόδιον δὲ τῶν ποδῶν αὐτοῦ, πάλαι μὲν ὁ ἐν Ἱεροσολύμοις νεὼς ἐνενόμιστο, νῦν δὲ αἱ κατὰ πᾶσαν γῆν καὶ θάλασσαν Ἐκκλησίαι, ἐν αἷς τῷ παναγίῳ Θεῷ προσφέρομεν τὴν προσκύνησιν. ϛʹ. «Μωσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ· καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ.» Οὐχ ἁπλῶς τοὺς ἄλλους προφήτας καταλιπὼν, τούτων ἐμνημόνευσε μόνον, ἀλλὰ τὴν σύντροφον Ἰουδαίων λύτταν καὶ τυραννίδα διδάσκων. Καὶ γὰρ ἐπὶ Μωσοῦ καὶ Ἀαρὼν ἁρπάσαι τὴν ἱερωσύνην ἐπειρά-