Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1668
Not analysed yet
θησαν· καὶ ἐπὶ Σαμουὴλ τὴν θείαν ἀτιμάσαντες βασιλείαν, τὴν ἀνθρωπείαν ἠγάπησαν. Διδάσκει τοίνυν ὁ λόγος, ὅτι καινὸν οὐδὲν δρῶσι κατὰ τοῦ Σωτῆρος λυττῶντες, καὶ τὴν σωτήριον οὐ δεχόμενοι βασιλείαν· ἄνωθεν γὰρ αὐτοῖς ἡ μανία συνήθης. «Ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουεν αὐτῶν. [ζʹ] Ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς.» Καί τοι, φησὶ, πολλὴν εἶχον πρὸς τὸν Θεὸν παῤῥησίαν. Οἱ μὲν γὰρ παρεκάλουν, ὁ δὲ ὑπήκουε, καὶ τὰς αἰτήσεις παρεῖχε, καὶ πάντων ὁρώντων τὴν πρὸς αὐτοὺς ἐποιεῖτο διάλεξιν, διὰ τῆς νεφέλης τὴν οἰκείαν δεικνὺς ἐπιφάνειαν. Εἶτα διδάσκει, ὡς οὐκ ἀδίκως ταύτης αὐτοῖς μετεδίδου χάριτος. «Ὅτι ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ προστάγματα αὐτοῦ, ἃ ἔδωκεν αὐτοῖς.» Ἐννόμως γὰρ πολιτευομένοις, καὶ κατὰ τὰς ἐντολὰς αὐτοῦ βιοτεύουσι, ταύτην ἐδωρεῖτο τὴν χάριν. ηʹ. «Κύριε ὁ Θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν· ὁ Θεὸς σὺ εὐΐλατος ἐγένου αὐτοῖς.» Σὺ εἶ, Δέσποτα, φησὶν, ὁ ὑφ' ἡμῶν κηρυττόμενος, ὁ τῆς τοσαύτης ἐκείνοις μεταδοὺς παῤῥησίας, καὶ πολλῆς αὐτοὺς ἀξιῶν εὐμενείας. «Καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν.» Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ ἔκδικος ἐπὶ ταῖς ἐπηρείαις αὐτῶν. Τοὺς μὲν γὰρ κατὰ τοῦ μεγάλου Μωσοῦ τυραννήσαντας πυρὶ παραδέδωκε, καὶ τοὺς τὴν φλόγα διαφυγόντας ζῶντας τῷ τάφῳ παρέπεμψε, χάναι κελεύσας τὴν γῆν, καὶ τάφον αὐτοῖς αὐτοσχέδιον τῆς τυραννίδος τὸ χωρίον ἀπέφηνε, καὶ τοὺς διὰ θαλάσσης ὁδεύσαντας, καὶ τὸν βυθὸν ἐκεῖνον πεζεύσαντας, πεποίηκεν ὑποβρυχίους ἐν γῇ, παραδόξοις χρησάμενος κύμασι· τοὺς δὲ κατὰ τοῦ προφήτου Σαμουὴλ στασιάσαντας τῇ τοῦ Σαοὺλ δυναστείᾳ παρέδωκε, καὶ παντοδαπαῖς περιέβαλε συμφοραῖς. θʹ. «Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ, ὅτι ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.» Τούτων τοιγαροῦν τῶν θαυμασίων ἀνδρῶν μιμούμενοι τὴν εὐσέβειαν, τὸ προσῆκον σέβας τῷ Θεῷ προσενέγκατε. Ὄρος δὲ ἅγιον, πάλαι μὲν τὸ Σιὼν ἐκαλεῖτο, νῦν δὲ τῆς θεογνωσίας τὸ ὕψος. Οὕτω γὰρ καὶ Ἡσαΐας, καὶ Μιχαίας ἐθέσπισαν· «Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου,» τουτέστιν, ἡ τοῦ Θεοῦ γνῶσις δήλη πᾶσι γενήσεται. Οἶδε καὶ ὁ θεῖος Ἀπόστολος νοητὸν ὄρος Σιών· «Προσεληλύθατε γὰρ Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ.» Προστετάγμεθα τοίνυν κατὰ τὴν δοθεῖσαν ἡμῖν ὑπὸ τοῦ Θεοῦ γνῶσιν προσφέρειν αὐτῷ τὴν προσκύνησιν, [καὶ