Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1680
Not analysed yet
περίβλεπτον ἀποφήνας, ἐξαίφνης ἀπέῤῥιψας. Τὸ γὰρ κατέῤῥαξας ἐκ μεταφορᾶς τέθεικε τῶν ἐπαιρόντων εἰς ὕψος τι, καὶ κατὰ τοῦ ἐδάφους καταῤῥηγνύντων. ιβʹ. «Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν· κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην.» Παρ' αὐτάς εἰμι, φησὶ, τὰς τοῦ βίου δυσμάς· καὶ ἔοικα σκιᾷ κλινάσῃ, καὶ ληγούσῃ λοιπόν· καὶ χόρτου δὲ μεμίμημαι τὴν ξηρότητα, τῶν θεριζόντων προσκαλουμένου τὰς χεῖρας. ιγʹ. «Σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.» Ἀλλ' ἐγὼ μὲν καὶ τὴν φύσιν τοιαύτην ἔχω, καὶ συμφοραῖς συνεζύγην τοσαύταις· σὺ δὲ, ἀΐδιος ὢν καὶ αἰώνιος, μεταβολήν τινα τῶν παρόντων κακῶν ῥᾳδίως ἄν μοι χαρίσαιο. Τοῦτο γὰρ ἐπιφέρει· ιδʹ. «Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιών· ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός.» Δὸς, φησὶ, μεταβολὴν ἀμείνω τῇ συμφορᾷ· ὁ γὰρ καιρὸς τὸν ἔλεον ἀπαιτεῖ. Αἰνίττεται δὲ διὰ τούτων τῆς τοῖς ἑβδομήκοντα ἔτεσιν περιωρισμένης τιμωρίας τὸ τέλος. Οὕτω καὶ ὁ θαυμάσιος Δανιὴλ, ἀριθμήσας τῆς αἰχμαλωσίας τὸν χρόνον, προσφέρει καὶ τὴν ἱκετηρίαν. Τούτοις συνᾴδει καὶ τῆς πνευματικῆς μελῳδίας τὰ ῥήματα· «Ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός. [ιεʹ.] Ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι.» Τριπόθητος γὰρ ἡμῖν Σιὼν, καὶ λίαν ἔρημος γενομένη· ἀξιέραστοι δὲ καὶ οἱ καταλελυμένοι λίθοι, καὶ τῶν ἐκ τῆς πορθήσεως γεγενημένων χωμάτων ἡ μνήμη οἶκτον ἡμῖν ἐντίθησιν. ιϛʹ. «Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομα Κυρίου, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου.» Ὁρῶντες γὰρ ἡμῶν τὴν ἐπάνοδον, καὶ τὴν οἰκοδομίαν τῆς πόλεως, οἱ τὰς προτέρας ἡμῶν θεασάμενοι συμφορὰς, καὶ βασιλεῖς, καὶ ἄρχοντες, καὶ ἀρχόμενοι, θαυμάσονταί σου τὴν δύναμιν, καὶ δείσαντές σε Θεὸν εἶναι μόνον πιστεύσουσιν. Τοῦτο δὲ κυρίως καὶ ἀληθῶς μετὰ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν γέγονε. Μετὰ γὰρ τὴν Ἰουδαίων ἀνάκλησιν, ἐθαύμασαν μὲν τὸ γεγονὸς οἱ περίοικοι· τοσοῦτον δὲ ἀπέσχον τοῦ πιστεῦσαι τῷ τῶν ὅλων Θεῷ, ὅτι τὸν πρὸς αὐτοὺς κατὰ ταυτὸν ἤραντο πόλεμον. Ἐνταῦθα δὲ ὁ λόγος καὶ τῶν ἐθνῶν ἁπάντων, καὶ τῶν βασιλέων μεταβολὴν προθεσπίζει. Ὧν τὰ μὲν ὁρῶμεν γεγενημένα, τὰ δὲ ἐλπίζομεν ἔσεσθαι. Φησὶ γὰρ ὁ θεῖος Ἀπόστολος· «Οὔπω γὰρ ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα.» Ἀλλ' ὅμως ἐδίδαξεν, ὅτι αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων