Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1677
Not analysed yet
«Ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου. [ϛʹ] Ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου.» Πάσης μὲν γὰρ τροφῆς ἀπεβαλόμην ὄρεξιν· τῆς δὲ προτέρας εὐπαθείας παντελῶς ἐγυμνώθην. Τῇ γὰρ ἐξ ἀθυμίας τηκεδόνι κατηναλώθην τὸ σῶμα. Γυμνοῖς δὲ τοῖς ὀστοῖς ἐπίκειμαι τὸ δέρμα. [Ἄρτος οὖν ἡμῶν τῆς ψυχῆς ὁ τοῦ Θεοῦ λόγος· ὥσπερ γὰρ ὁ ἄποιος ἄρτος τὸ σῶμα τρέφει, οὕτως ὁ ἐξ οὐρανοῦ λόγος τὴν οὐσίαν τῆς ψυχῆς. Καὶ τοῦτον ὁ Χριστὸς τὴν προσευχὴν παραδιδοὺς ἔλεγε τοῖς ἀποστόλοις, «Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.» Ὃς ἂν τοίνυν τοῦτον φαγεῖν ἐπιλάθηται, τουτέστιν ἐργάσασθαι· τοῦ γὰρ νοητοῦ ἄρτου βρῶσιν ἐργασία καθέστηκεν· δηλοῖ δὲ οὗ εἶπεν τοῖς ἀποστόλοις ὁ Κύριος, «Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον·» τούτου ἡ καρδία δίκην χόρτου πληγεῖσα ξηραίνεται. Πῶς δὲ ὁ χόρτος πλήττεται καὶ ξηραίνεται; ὅταν ὑετὸς ἐπ' αὐτὸν ἐπανήσῃ. Ὥσπερ καὶ ἡ καρδία, ὅταν ἐνδείᾳ νοσήσῃ τοῦ λόγου, τότε πλήττεται καὶ ξηραίνεται, ἄνθος ἀρετῆς βλαστῆσαι οὐκ ἰσχύουσα.] ζʹ, ηʹ. «Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. Ἠγρύπνησα, καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματι.» Πολλαῖς κέχρηται παραβολαῖς, ἀξίως βουλόμενος παραστῆσαι τὰς συμφοράς· δι' ἑκάστου δὲ τῶν εἰρημένων ὀρνίθων τὴν δειλίαν δηλοῖ, καὶ τοῦ κηδεμόνος τὴν ἐρημίαν. Τό τε γὰρ στρουθίον ὑπ' ἀγωνίας ἐξελαύνει τὸν ὕπνον, καὶ ὁ νυκτικόραξ τὰς οἰκουμένας φεύγων τῶν οἰκιῶν, ταῖς ἐρήμοις καὶ καταλελειμμέναις προστρέχει. Τὰ γὰρ οἰκόπεδα, ἐρείπια ὁ Σύμμαχος εἴρηκεν· οὕτω καὶ τὸ ἄλλο ὄρνεον ταῖς ἐρήμοις ἐνδιαιτᾶται. θʹ. «Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατ' ἐμοῦ ὤμνυον.» Καταγέλαστος ἐγενόμην τοῖς δυσμενέσι· καὶ ὁ ποτὲ ζηλωτὸς, καὶ περίβλεπτος, νῦν ὅρκος γέγονα τοῖς πάλαι θαυμάζουσι· κατὰ γὰρ τῶν ἐμῶν ὀμνύουσι συμφορῶν· Μὴ πάθοιμι ἃ οἱ δεῖνες πεπόνθασιν. ιʹ, ιαʹ. «Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων. Ἀπὸ προσώπου τῆς ὀργῆς σου, καὶ τοῦ θυμοῦ σου.» Ταῦτα καὶ ὁ οʹ καὶ θʹ ἔφη ψαλμός. «Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων, καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ.» Τὴν δὲ τῆς ὀδύνης ὑπερβολὴν διὰ τούτων δηλοῖ. Εἰ γὰρ ὁ τῆς τροφῆς καιρὸς ὀδύνης ὑπῆρχε μεστὸς, σχολῇ γε ἂν ἄλλος καιρὸς ταύτης ἐλεύθερος ἦν. Τούτοις δέ φησι περικλύζομαι τοῖς κακοῖς, ἐπειδὴ, Δέσποτα, κατ' ἐμοῦ κεκίνηκας τὴν ὀργήν. «Ὅτι ἐπάρας κατέῤῥαξάς με.» Ὑψηλὸν γάρ με δείξας, καὶ