Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1684
Not analysed yet
τὰ ἔτη σου.» Σὺ γὰρ ἀπέραντον ἔχεις τὸ εἶναι, καὶ ῥᾴδιόν σοι καὶ τοὺς ἄλλους μακροβίους ἐργάσασθαι. κϛʹ, κζʹ. «Κατ' ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις.» Τί γὰρ ἀδύνατον τῷ τῶν ὅλων Δημιουργῷ; τῇ γῇ τὸ εἶναι σὺ δέδωκας, τοὺς οὐρανοὺς μὴ ὄντας ἐποίησας, καὶ τούτων μεταβολὴν δεχομένων, σὺ τὸ ἄτρεπτον ἔχεις. Ἀπὸ δὲ τῶν περιεκτικῶν στοιχείων, καὶ τῶν ἄλλων αὐτὸν ἁπάντων ἔδειξε ποιητήν. «Καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται.» Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ πάντες ὡσεὶ ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἀλλάξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Ἅπαντα γὰρ τὰ ὁρώμενα καταγηράσει, καὶ ἱματίων μιμήσεται παλαιότητα· σὺ δὲ αὐτὰ ἀλλάξεις, καὶ νεουργήσεις, καὶ ἄφθαρτα ποιήσεις ἀντὶ φθαρτῶν. Τοῦτο καὶ ὁ θεσπέσιος Ἀπόστολος ἔφη· «Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.» κηʹ. «Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.» Τὴν μὲν οὖν κτίσιν μεταῤῥυθμίζεις ὡς ἐθέλεις, ὦ Δέσποτα· σὺ δὲ ἄτρεπτον ἔχεις τὴν φύσιν, καὶ ἀλλοιώσεως κρείττονα. Ταῦτα μέντοι ὁ θεῖος Ἀπόστολος τῇ τοῦ Υἱοῦ περιτέθεικεν ἰδιότητι, ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ. Ἀλλ' ὅμως ἐν τῷ Υἱῷ θεωροῦμεν τὸν Πατέρα. Ἃ γὰρ ἂν ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὡσαύτως ποιεῖ· καὶ τὸ ταυτὸν τῆς φύσεως ἐν ἑκατέρῳ γνωρίζεται· μίαν γὰρ ἴσμεν τὴν τῆς Τριάδος ἐνέργειαν. κθʹ. «Οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται.» Ὁ δὲ Σύμμαχος διαμενεῖ τέθεικε. Σημαίνει δὲ ὡς οἱ μὲν τῆς δουλείας ἀπαλλαγέντες τὴν Ἱερουσαλὴμ οἰκήσουσι, τὸ δὲ ἐξ αὐτῶν σπέρμα εἰς τὸν αἰῶνα διαμενεῖ. Περὶ τούτου δὲ τοῦ σπέρματος ὁ θεῖος Ἀπόστολος ἔφη· «Ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ὃ ἐπήγγελται.» Καὶ, «Τῷ Ἀβραὰμ ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει Καὶ τοῖς σπέρμασιν ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός·» Τοῦτο τὸ σπέρμα εἰς τὸν αἰῶνα διαμενεῖ. Ἑνωθὲν γὰρ τῷ Θεῷ Λόγῳ ἀνώλεθρον ἔχει τὸ εἶναι, καὶ δωρεῖται ζωὴν τοῖς πιστεύουσι, κατὰ τὴν αὐτοῦ Κυρίου φωνήν· «Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ζήσεται εἰς τὸν αἰῶνα.»