Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1685
Not analysed yet
ΕΡΜΗΝ. ΤΟΥ ΡΒʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβίδ.» Δοκεῖ μὲν ὁ ψαλμὸς οὗτος ἀκόλουθος εἶναι τῷ προτεταγμένῳ, καὶ κατ' αὐτὴν τὴν ὑπόθεσιν. Ἐν ἐκείνῳ μὲν γὰρ, οἱ τὰς ἐν Βαβυλῶνι συμφορὰς ὀλοφυρόμενοι, τὸν Θεὸν ἱκέτευον τῆς ἐπανόδου τυχεῖν· ἐνταῦθα δὲ τετυχηκότες ὧν ᾔτησαν ὑμνοῦσι τὸν εὐεργέτην. Ἐγὼ δὲ οἶμαι πᾶσιν ἀνθρώποις ἁρμόττειν τὴν ὑμνῳδίαν καὶ πικροτέρας ἀπαλλαγεῖσι δουλείας, καὶ μείζονος ἀξιωθεῖσιν ἐλευθερίας. Δηλώσει δὲ καὶ τῶν ῥητῶν ἡ διάνοια, ὡς αὐτὴ μᾶλλον ἡ ὑπόθεσις ἐκείνης ἀληθεστέρα· «Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.» Οἱ εὐγνωμόνως περὶ τὰς θείας χάριτας διακείμενοι εἰς ὑμνῳδίαν σφᾶς αὐτοὺς διεγείρουσι, τὸν εὐεργέτην οἷς δυνατὸν ἀμειβόμενοι. Δυνατὸν δὲ ὑμνεῖν ἀεὶ, καὶ τῶν εὐεργεσιῶν ἔναυλον περιφέρειν τὴν μνήμην. Οὗτοι καὶ πάντα τὰ ἐντὸς καθιεροῦσι, καὶ πάντα λογισμὸν εἰς τὸν θεῖον ὕμνον ἀνακινοῦσιν. Ἐντὸς γὰρ ἐκάλεσε τοὺς λογισμοὺς, καὶ τὰς ἐνθυμήσεις, καὶ πάντα τῆς ψυχῆς τὰ κινήματα. βʹ. «Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.» Πάλιν ἑαυτὴν ἡ ψυχὴ διεγείρειν διδάσκεται, καὶ τῆς λήθης ἐξελαύνειν τὸ νέφος, καὶ τῶν εὐεργεσιῶν ἀνανεοῦσθαι τὴν μνήμην. Τὰς μέντοι ἀνταποδόσεις, εὐεργεσίας ὁ Σύμμαχος εἴρηκεν. Εἶτα ταύτας κατὰ μέρος διέξεισι. γʹ. «Τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου.» Οὗτος γάρ σοι δεδώρηται τῶν ἁμαρτημάτων τὴν ἄφεσιν· οὗτός σοι κεχάρισται τῶν παθημάτων τὴν ἴασιν. Τούτων ὁ παρειμένος ἀπήλαυσεν. Ἤκουσε γὰρ κατὰ ταυτὸν, «Ἀφέωνται αἱ ἁμαρτίαι σου·» καὶ, «Ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.» Οὕτως ἡ ἁμαρτωλὸς γυνὴ τετύχηκε τῆς ἀφέσεως· οὕτως ὁ λῃστὴς, οὕτως οἱ τελῶναι, οὕτως ἅπαντες οἱ πιστεύσαντες. δʹ. «Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου.» Τοὺς μὲν ἀπαχθέντας ἐν Βαβυλῶνι δορυαλώτους δουλείας μὲν ἠλευθέρωσε, τῆς δὲ φθαρτῆς οὐκ ἀπήλλαξε βιοτῆς. Ἡμῖν δὲ κεχάρισται τῆς ἀναστάσεως τὰς ἐλπίδας, καὶ τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος ἔδωκεν, καὶ τὸν τῆς ἀφθαρσίας ἡμᾶς ἐνέδυσε χιτῶνα. «Τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς.» —»Χάριτί ἐστε σεσωσμένοι, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον, ἵνα μή τις καυχήσηται.» Καὶ πάλιν, «Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν πᾶσαν αὑτοῦ μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν