Ancient Greek · ~10 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1696
Not analysed yet
ἀπλήστως καθορᾷν πειρωμένους, τίς ἱκανὸς τοῦ ἀπροσίτου φωτὸς ἐν περινοίᾳ γενέσθαι; Ἔστι μὲν οὖν καὶ αὐτὸς φῶς ἀληθινόν· ἀναβάλλεται δὲ καὶ φῶς ὡς ἱμάτιον, καὶ φῶς οἰκεῖ ἀπρόσιτον, καὶ νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, καὶ ἔθετο σκότος ἀποκρυφὴν αὑτοῦ. Καὶ οὐκ ἐναντία ταῦτα ἀλλήλοις· τὸ γὰρ ἀπρόσιτον φῶς τοῖς ὁρᾷν μὴ δυναμένοις τῷ γνόφῳ καὶ τῷ σκότει ταυτόν ἐστιν. Οὔτε γὰρ τὰ ἐν τούτῳ, οὔτε τὰ ἐν ἐκείνῳ δυνατὸν κατιδεῖν. Καὶ τοῦτο μέντοι κἀκεῖνο τῆς θείας φύσεως δηλοῖ τὸ ἀόρατον. «Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν.» Τὴν τῆς δημιουργίας εὐκολίαν διὰ τούτων ἐδίδαξεν. Ὡς γὰρ ἀνθρώπῳ ῥᾴδιον δέῤῥιν ἐκτεῖναι καὶ ποιῆσαι σκηνὴν, οὕτως ὁ τῶν ὅλων Θεὸς τὰ μεγάλα τῶν οὐρανῶν διεπέτασε κήτη, λόγῳ μόνῳ χρησάμενος. γʹ. «Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὑτοῦ.» Τοῦτο καὶ ὁ μακάριος ἐδίδαξε Μωσῆς. Ἔφη γὰρ τὸν Θεὸν εἰρηκέναι, «Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος,» καὶ ἔσται διαχωρίζον ἀναμέσον ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος, καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος. «Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὑτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.» Διὰ τούτων τὴν πανταχοῦ διήκουσαν ἐδήλωσε πρόνοιαν. Ἐφέστηκε γὰρ, φησὶ, καὶ ἀνέμοις καὶ νέφεσιν· καὶ αὐτὸς ἰθύνει ταῦτα, καὶ κυβερνᾷ· καὶ τὴν ἐντεῦθεν φυομένην εἰς καιρὸν δίδωσι χρείαν. Διδάσκει δὲ κατὰ ταυτὸν, ὡς ἡ θεία φύσις πανταχοῦ πάρεστι, καὶ τοῖς πᾶσιν ἐφίπταται. Ἐπειδὴ γὰρ τῶν αἰσθητῶν ἁπάντων ὀξυτάτη τῶν ἀνέμων ἡ φύσις· ἐν ἀκαρεῖ γὰρ ἀπὸ τῶν ἑσπερίων ἐπὶ τὴν ἕω διατρέχει, καὶ ἀπὸ τῆς ἕω πρὸς τὴν ἑσπέραν· οὐχ εὑρὼν ἑτέραν ἀκριβεστέραν ἐν τοῖς αἰσθητοῖς ὀξύτητος εἰκόνα, ἐπὶ πτερύγων ἀνέμων ἔφη τὸν Θεὸν ἐποχεῖσθαι, πανταχοῦ αὐτὸν παρεῖναι διὰ τούτων παραδηλῶν. Εὑρίσκομεν δὲ καὶ τοῖς υἱοῖς Ἰσραὴλ ἐν νεφέλῃ τὸν τῶν ὅλων ἐπιφανέντα Θεόν· καὶ ἐν τῇ σκηνῇ διὰ νεφέλης τὴν οἰκείαν ποιησάμενον ἐπιφάνειαν. Καὶ μέντοι τοῦ Σολομῶντος τὸν οἶκον ἐγκαινίζοντος, νεφέλη τὸν οἶκον ἐκάλυψε· καὶ ὁ Δεσπότης Χριστὸς ἐν τῷ ὄρει τοῖς τρισὶν ἀποστόλοις φωτεινὴν περὶ αὐτὸν νεφέλην ὑπέδειξε· καὶ ἀναλαμβανόμενον νεφέλη φωτεινὴ ὑπέλαβεν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. δʹ. «Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα· καὶ τοὺς λειτουργοὺς αὑτοῦ πῦρ φλέγον.» Ἔδειξεν οὐ τῶν ὁρατῶν αὐτὸν μόνον, ἀλλὰ καὶ τῶν ἀοράτων δημιουργόν· τοὺς δὲ αὐτοὺς καὶ πνεύματα, καὶ πῦρ προσηγόρευσε, τὸ δυνατὸν καὶ τὸ ταχὺ δι' ἑκατέρων διδάσκων. Ὀξεῖα μὲν γὰρ τοῦ πνεύματος ἡ φύσις, ἰσχυρὰ δὲ τοῦ πυρὸς ἡ ἐνέργεια. Ἀγγέλοις δὲ χρώμενος ὑπουργοῖς ὁ τῶν ὅλων Θεὸς, καὶ εὐερ-