Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1693
Not analysed yet
τοῖς Ἰουδαίοις ἁρμόττει. Ἐκεῖνοι γὰρ ὑπὸ τῶν ἀνδραποδισάντων ᾆσαι προσταχθέντες ἐκ τῶν ᾠδῶν Σιὼν, ἔφασαν ἔννομα δρῶντες, «Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;» Ἡμῖν δὲ ὁ θεῖος Ἀπόστολος παρεγγυᾷ, ἐν παντὶ τόπῳ προσευχομένους αἴρειν ὁσίας χεῖρας. Τοῦτο καὶ ὁ Δεσπότης Χριστὸς πρὸς τὴν Σαμαρεῖτιν ἔφη, «Ἀμὴν, ἀμὴν λέγω σοι, γύναι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἔστιν, ὅτε οὔτε ἐν τῷ τόπῳ τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσουσι τῷ Πατρί. Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» —»Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.» Σύμφωνον τῷ προοιμίῳ τὸ τέλος. Καλέσας γὰρ εἰς κοινωνίαν τῆς ὑμνῳδίας τὰς νοητὰς οὐσίας, διδάσκει καὶ ἡμᾶς, ὡς δυνατὸν γεραίρειν τὸν Ποιητὴν, καὶ ἰσόμετρον τῇ δυνάμει προσφέρειν τὸν χαριστήριον ὕμνον. ΕΡΜΗΝ. ΤΟΥ ΡΓʹ ΨΑΛΜΟΥ αʹ. «Ψαλμὸς τῷ Δαβίδ.» Ἡ τοῦ παναγίου Πνεύματος χάρις οὐ μόνον ἠθικὴν καὶ δογματικὴν διδασκαλίαν τοῖς ἀνθρώποις προσφέρει, ἀλλὰ καὶ ὅπως ὑμνεῖν προσήκει τὸν Ποιητὴν ἀκριβῶς ἐκπαιδεύει. Διάτοι τοῦτο τόνδε συγγέγραφε τὸν ψαλμὸν, τῷ μακαρίῳ Δαβὶδ ὑπουργῷ χρησαμένη· ὡς ἂν μάθοιμεν ἅπαντες, τίσιν ὕμνοις χρὴ τὸν εὐεργέτην ἀμείβεσθαι. Τὰς μέντοι κοινὰς εὐεργεσίας ἐνταῦθα διέξεισι, καὶ δείκνυσι ποιητὴν ἁπάντων ὁμοῦ, καὶ πρύτανιν τὸν τῶν ὅλων Θεόν. «Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.» Ἕκαστον εὐσεβείας τρόφιμον ὑμνεῖν διδάσκει τὸν εὐεργέτην Θεόν. «Κύριε ὁ Θεός μου, ὡς ἐμεγαλύνθης σφόδρα. «Ἐπιτάσεως καὶ ἐνταῦθα τὸ ὡς. Τὸ δὲ ἐμεγαλύνθης, οὐκ αὐξήσεως δηλωτικὸν, ἀλλὰ τοῦ· ἀμετρήτου μεγέθους σημαντικόν. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε, Καὶ ὁ Θεός μου μέγας εἶ σφόδρα. Οὐ γὰρ μικρὸς ὢν ἐμεγαλύνθη, ἀλλὰ φύσει μέγας ὢν τοῦτο τοῖς εὐσεβέσιν ἐδείχθη· οὐχ ἅπαν τὸ μέγεθος, ἀλλ' ὅσον ἡ φύσις τῶν ἀνθρώπων ἐχώρει. «Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω.» Ὁ Σύμμαχος οὕτως, Ὕμνον καὶ εὐδοξίαν ἠμφιάσω. Οὐκ ἔτι γάρ σε ἀγνοοῦσιν οἱ τῶν σῶν ἀπολαύοντες ἀγαθῶν, οὐδὲ τοῖς εἰδώλοις τὸ σὸν σέβας προσφέρουσιν, ἀλλά σε ὑμνοῦσι, καί σοι τὸ τῆς δοξολογίας ἐκτίνουσι χρέος. βʹ. «Ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.» Συνῳδὰ τούτοις καὶ ὁ Ἀπόστολος ἔφη· «Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.» Τοσοῦτον γάρ ἐστιν ἐκεῖνο τὸ φῶς, ὡς μηδένα πελάζειν τολμᾷν· ἀποστρέφει γὰρ τὰς ὄψεις ἡ τῆς αἴγλης ὑπερβολή. Εἰ γὰρ ὁ αἰσθητὸς τοῦτο ποιεῖν ἥλιος ἀναγκάζει τοὺς