Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1700
Not analysed yet
ροῦν. Διὰ τοῦτο ὄρη τέμνων παρόδους τοῖς ὕδασιν ἐτεκτήνατο· ὥστε μὴ μόνον ἀνθρώπους ἔχειν ἀφθόνως τὰ νάματα τῶν πηγῶν· ἀλλὰ καὶ τῶν χερσαίων, καὶ τῶν ἀεροπόρων ζώων τὰ γένη. Τὸ δὲ, «Προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.» ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν, Ἀνακτήσεται ὄναγρος δίψαν αὑτοῦ. ιγʹ. «Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὑτοῦ· ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.» Οὐ γὰρ μόνον κάτωθεν ἀναβλύζει, καὶ παρασκευάζει τῶν ὑδάτων τὴν φύσιν· ἀλλ' ἄνωθεν διὰ νεφῶν τὴν ἀρδείαν προσφέρει. Εἶτα τὴν ἐντεῦθεν ὑποδείκνυσιν ὠφέλειαν. ιδʹ. «Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι· καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς.» Φύεται γὰρ ἡ πόα, καὶ διατρέφει τὰ κτήνη, τὰ εἰς χρείαν ἀνθρώπων γεγενημένα· τρέφονται δὲ καὶ οἱ καρποὶ διὰ τῶν ὑετῶν, καὶ ὥριμοι γίνονται, καὶ τοῖς ἀνθρώποις προσφέρονται. Τοῦτο καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ· «Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε.» Ἀλλ' ὅμως διὰ τὴν τῶν ἀνθρώπων χρείαν καὶ τὰ κτήνη ταύτης ἀπολαύει τῆς προμηθείας. ιεʹ. «Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου, τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ· καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.» Σαφέστερον δὲ ὁ Σύμμαχος εἴρηκεν· Ἐκβλαστῶν χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων· εἰς τὸ ἐκφῦσαι τροφὴν ἀπὸ γῆς, καὶ οἶνον εὐφραίνειν καρδίαν ἀνθρώπου· στίλβειν πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτον καρδίαν ἀνθρώπου στηρίζειν. Ἐπὶ τοῦτο γὰρ, φησὶν, ὁ τῶν ὅλων Θεὸς τῇ γῇ τοὺς ὑετοὺς διηνεκῶς χορηγεῖ, ὥστε τοὺς παντοδαποὺς βλαστῆσαι καρποὺς, καὶ ἄρτῳ μὲν στηρίξαι καὶ διαθρέψαι τῶν ἀνθρώπων τὴν φύσιν· οἴνῳ δὲ εὐφρᾶναι καὶ θυμηρεστέραν ἐργάσασθαι τὴν ζωήν· ἐλαίῳ δὲ οὐ μόνον ἔνδοθεν διαθρέψαι, ἀλλὰ καὶ ἔξωθεν λαμπρῦναι τὰ σώματα. ιϛʹ. «Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου.» Ὁ δὲ Ἑβραῖος, καὶ οἱ λοιποὶ, τοῦ Κυρίου τεθείκασι. Διεξελθὼν τὰ κάρπιμα, ἀναγκαίως μνημονεύει καὶ τῶν ἀκάρπων, ὡς ἀναγκαίαν τοῖς ἀνθρώποις καὶ αὐτῶν παρεχόντων χρείαν. Διὰ τοῦτο καὶ Κυρίου αὐτὰ προσηγόρευσεν· ὡς αὐτοφυᾶ, καὶ οὐ χειρόκμητα, ἀλλὰ τῷ θείῳ λόγῳ βλαστήσαντα. Διὸ καὶ ἐπήγαγεν· «Αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.» Οὔτε γὰρ ἀλσοκόμοι τινὲς τούτων γεγένηντο φυτουργοί· ἀλλ' ὁ θεῖος Λόγος ἀμφιλαφεῖς τὰς τῶν ὀρῶν κορυφὰς εἰργάσατο. Τοῦ μέντοι Λιβάνου ὡς ἐπισήμου μνημονεύσας, καὶ τῶν ἐν αὐτῷ κέδρων, καὶ τἄλλα ὄρη καὶ δένδρα διὰ τούτων ἐδήλωσεν.