Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1701
Not analysed yet
ιζʹ. «Ἐκεῖ στρουθία ἐννοσσεύσουσι· τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.» Ὁ δὲ Ἀκύλας οὕτως· Ἐκεῖ ὄρνεα νοσσεύσουσιν· ἐρωδιῷ ἐλάται οἶκος αὐτῷ. Ὁ δὲ Σύμμαχος, Ὅπου στρουθία ἐννοσσεύσει, τῷ ἴκτινι βόρατον οἴκησις. Τὰ γὰρ αὐτὰ δένδρα ἄλλην μὲν ἀνθρώποις χρείαν, ἄλλην δὲ τοῖς ὀρνέοις παρέχει· ἀνθρώποις μὲν γὰρ εἰς κατασκευὴν οἰκιῶν ἐπιτήδεια· τῶν δὲ ὀρνέων αὐτὰ δέχεται τὰς οἰκήσεις. ιηʹ. «Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις· πέτρα καταφυγὴ τοῖς λαγωοῖς.» Οὐ παρορᾷ σου, φησὶν, οὐδὲ τὰ σμικρὰ τῶν ζώων ἡ πρόνοια, ἀλλὰ ταῖς μὲν ἐλάφοις ἔδωκας ἐνδιαίτημα τὰς τῶν ὀρῶν κορυφάς· τοῖς δὲ σμικροτέροις τῶν ζώων, τὰς τῶν πετρῶν καταδύσεις ιθʹ. «Ἐποίησε σελήνην εἰς καιρούς.» Τὰ κατὰ γῆν ἅπαντα διεξελθὼν, καὶ τῶν ἀοράτων φύσεων τὴν δημιουργίαν δείξας, καὶ τῶν οὐρανῶν ὑποδείξας τὴν ποίησιν, καὶ τῶν φωστήρων ποιεῖται τὴν μνήμην, οἳ κατὰ τὴν τετάρτην ἡμέραν ἐγένοντο. Καὶ λέγει τὴν τῆς σελήνης δημιουργίαν διὰ τὴν τῶν καιρῶν γεγενῆσθαι διδασκαλίαν· αἱ γὰρ αὐτῆς ἀλλοιώσεις μετρεῖσθαι τὸν χρόνον παρασκευάζουσι. Τοῦ γὰρ μηνὸς τὸ μέτρον αὐτὴ ποιεῖ, ἐν τοσαύταις ἡμέραις αὔξουσά τε καὶ φθίνουσα. «Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὑτοῦ.» Οὐκ ἔμψυχος ὢν, οὐδὲ λόγῳ χρώμενος· ἀλλὰ κατὰ τὸν θεῖον ὅρον ὁδεύων, οὕτως ποιεῖ τὴν ἡμέραν φαινόμενος, καὶ τὴν νύκτα κρυπτόμενος· καὶ τὸν αὐτὸν δρόμον ἔχει ἀεὶ, καὶ τὰ μέτρα φυλάττει. κʹ. «Ἔθου σκότος, καὶ ἐγένετο νύξ.» Ἀναγκαία καὶ ταύτης ἡ χρεία· τῇ μὲν τοῦ φωτὸς ὑποχωρήσει συνισταμένη· ἀνάπαυσιν δὲ τοῖς ἀνθρώποις παρεχομένη. «Ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. [καʹ.] Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς.» Ἡ γὰρ νὺξ τοῖς μὲν ἀνθρώποις ἀνάπαυλαν πραγματεύεται, ἄδειαν δὲ τοῖς θηρίοις παρέχει, ὥστε πεινώσας ἐμπλῆσαι γαστέρας. Τὸ δὲ, «Ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς,» ἀντὶ τοῦ, Καὶ τούτοις ἡ θεία Πρόνοια παρέχει τὴν χρείαν. Τὸ μὲν γὰρ παρὰ τοῦ Θεοῦ αἰτεῖν, λογικῶν· τὸ δὲ ζητεῖν, καὶ τῶν ἀλόγων· ἀλλ' ὅμως καὶ τούτοις ὁ Θεὸς τὴν ἀναγκαίαν παρέχει τροφήν. κβʹ, κγʹ. «Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὑτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὑτοῦ· καὶ ἐπὶ τὴν ἐργασίαν αὑτοῦ ἕως ἑσπέρας.» Ἡλίου δὲ ἀνίσχοντος, τὰ μὲν εἰς τὰς οἰκείας καταδύσεις χωρεῖ· οἱ δὲ ἄνθρωποι τὸν τῆς προτεραίας ἀποθέμενοι πόνον, προθύμως πάλιν ἐν τοῖς ἔργοις διημερεύουσιν.