Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1725
Not analysed yet
ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ, ὡς ἐν ἐρήμῳ. Καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς μισοῦντος, καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθροῦ.» Λόγῳ γὰρ τῆς θαλάσσης τὸν πυθμένα γυμνώσας, τὴν πολλὴν ἐκείνην ἄβυσσον ἱππήλατον αὐτοῖς ἀπέφηνεν ἔρημον. Ἐπειδὴ γὰρ ἐν ταῖς ἐρήμοις πολλὴ τοῖς τρέχουσιν εὐκολία, μήτε φυτῶν ὄντων, μήτε φραγμῶν κωλυόντων, τὴν τῆς διαβάσεως εὐκολίαν δεδήλωκε τῇ τῆς ἐρήμου παραβολῇ. ιαʹ. «Ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτοὺς, εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη.» Πάντας γὰρ τοὺς Αἰγυπτίους ὑποβρυχίους πεποίηκε· καὶ ἡ αὐτὴ θάλασσα Ἑβραίοις μὲν σωτηρίαν, Αἰγυπτίοις δὲ τιμωρίαν ἐπήγαγε. ιβʹ. «Καὶ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ.» Τῶν γὰρ ἀνδρῶν ὑμνούντων Μωσῆς ὁ μέγας ἡγεῖτο, τοῦ δὲ χοροῦ τῶν γυναικῶν Μαριὰμ ἡ προφῆτις. Ἀνάγραπτος δὲ καὶ ἡ ᾠδή. ιγʹ, ιδʹ. «Ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ, οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ. Καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ.» Τοσαῦτα γὰρ ἔχοντες καὶ τοιαῦτα ἐχέγγυα τῆς θείας δυνάμεως, οὐκ ᾔτησαν τὴν χρείαν λαβεῖν, οὐδὲ τὴν θείαν προσέμειναν δωρεὰν, ἀλλ' εὐθὺς λοιδορίαις κατὰ τῶν θείων ἐχρήσαντο θεραπόντων. ιεʹ. «Καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν, ἐξαπέστειλε πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν.» Αἴτημα τὴν ἐπιθυμίαν ἐκάλεσεν· οὐ γὰρ ᾔτησαν, ἀλλὰ κατελάλησαν· δέδωκε δὲ ὅμως αὐτοῖς καὶ κρεῶν ἀφθονίαν, καὶ ἄρτον ἀχειροποίητον, καὶ ὕδωρ ἥδιστόν τε καὶ ἄφθονον. ιϛʹ. «Καὶ παρώργισαν τὸν Μωσῆν ἐν τῇ παρεμβολῇ, τὸν Ἀαρὼν τὸν ἅγιον Κυρίου.» Κορὲ μὲν γὰρ, καὶ ἡ τούτου συμμορία, ἐπειράθησαν τὴν ἱερωσύνην ἁρπάσαι. Δαθὰν δὲ καὶ Ἀβειρὼν ἑτέραν ἐμελέτησαν τυραννίδα. ιζʹ, ιηʹ. «Ἠνοίχθη ἡ γῆ καὶ κατέπιε Δαθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών. Καὶ ἐξεκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν, φλὸξ κατέφλεξεν ἁμαρτωλούς.» Δαθὰν μὲν καὶ Ἀβειρὼν μετὰ πάσης τῆς πατριᾶς κατεποντίσθησαν· Κορὲ δὲ, καὶ οἱ σὺν αὐτῷ, θεηλάτῳ πυρὶ κατεφλέχθησαν. Τὰς δὲ τιμωρίας ἐπήγαγεν ὁ Θεὸς, τοὺς ἄλλους σωφρονεῖν ἀναγκάζων· οὐδεμίαν δὲ λαβεῖν ἐντεῦθεν ὄνησιν ἐβουλήθησαν· καὶ τοῦτο δηλοῖ ἡ τῶν τετολμημένων ἐξήγησις. ιθʹ. «Καὶ ἐποίησαν μόσχον ἐν Χωρήβ.» Οὐχ ἁπλῶς τοῦ ὄρους ἐμνημόνευσεν, ἀλλὰ τὴν τῆς ἀσεβείας διδάσκων ὑπερβολήν. Ἐν τούτῳ γὰρ ὤφθη τῶν ὅλων ὁ Κύριος· ἐν τούτῳ δείματος αὐτοὺς ἐν-