Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1724
Not analysed yet
χρώμενος. Εἶτα διδάσκει ὡς ὑπερβάλλει τῶν ἀνθρώπων τὴν φύσιν ἡ τῶν θείων θαυμάτων διήγησις. βʹ. «Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;» Οὐδεὶς ἀπόχρη λόγος εἰς ὑμνῳδίαν τοῦ τῶν ὅλων Θεοῦ. γʹ. «Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ.» Τῇ αἰσθήσει τῆς ἁμαρτίας ὁ τῆς ἀρετῆς μακαρισμὸς ὑπεισέρχεται. Ὁ γὰρ τὰς ὑπὲρ ταύτης εὐθύνας ἐκτίνων μακαρίζει τοὺς ταύτης ἀπηλλαγμένους, καὶ δικαιοσύνῃ τὸν οἰκεῖον βίον διακοσμοῦντας. Μακαρίζει δὲ οὐ τὸν ἅπαξ τῇ δικαιοσύνῃ χρησάμενον, ἀλλὰ τὸν ἀεὶ καὶ διηνεκῶς τοῖς ταύτης ἑπόμενον ἴχνεσι. δʹ. Μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου, ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου.» Ἐνταῦθα τὸν νέον λαὸν αἰνίττεται, καὶ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἢν τῆς σωτηρίας ἠξίωσεν, ἧς ἁρπάσαι διδάσκεται τὴν κοινωνίαν ἡ Ἰουδαίων πληθύς. Συμφωνεῖ δὲ τῇ διανοίᾳ καὶ τὰ ἐπιφερόμενα. εʹ. «Τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου.» Ἀντιβολοῦμεν, φησὶ, τῆς τοῦ νέου σου ἔθνους μεταλαχεῖν εὐφροσύνης, καὶ κοινωνοὶ γενέσθαι τῆς ἐκείνοις χορηγουμένης χρηστότητος. ϛʹ. «Ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν· ἠνομήσαμεν, ἠδικήσαμεν.» Ὥσπερ γάρ τινα, φησὶ, κλῆρον, παρὰ τῶν πατέρων διεδεξάμεθα τὴν τῶν σῶν νόμων παράβασιν· πατέρας δὲ καλεῖ, οὐ τοὺς ἁγίους πατριάρχας, ἀλλὰ τοὺς μετ' ἐκείνους γενομένους. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν. ζʹ. «Οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν θαυμάσιά σου, καὶ οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου.» Τοσούτων γὰρ ἐν Αἰγύπτῳ δι' αὐτοὺς γεγενημένων θαυμάτων, συνιδεῖν τὴν σὴν οὐκ ἐθέλησαν δύναμιν. «Καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ.» Θεασάμενοι γὰρ τοὺς Αἰγυπτίους διώκοντας, καὶ τὴν θάλασσαν ἐπέχουσαν τὴν φυγὴν, τὴν ἐπικουρίαν προσμεῖναι τὴν σὴν οὐκ ἐθέλησαν· ἀλλὰ τοῦ μεγάλου Μωσοῦ κατεβόων, λέγοντες· «Παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, ἐξήγαγες ἡμᾶς ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ ταύτῃ.» Ἀλλ' ὅμως καὶ ἀγνώμονας φανέντας σωτηρίας ἠξίωσας. Τοῦτο γὰρ ἐπήγαγεν· ηʹ—ιʹ. «Καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὑτοῦ, τοῦ γνωρίσαι τὴν δυναστείαν αὑτοῦ. Καὶ ἐπετίμησε τῇ Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐξηράνθη· καὶ